Τετάρτη 2 Σεπτεμβρίου 2026

Ακολουθία Ανακομιδής των Τιμίων Λειψάνων του εν Αγίοις Πατρός ημών Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού


 


 Ακολουθία Ανακομιδής των Τιμίων Λειψάνων του εν Αγίοις Πατρός ημών Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού

Ποίημα Οσίου Γερασίμου μοναχού Μικραγιαννανίτου

Υμνογράφου τῆς Μεγάλης τοῦ Χριστού Εκκλησίας

Ψαλλομένη  τῇ 3η Σεπτεμβρίου

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.

Ἦχος πλ. β’. Αἱ Ἄγγελικαί.

Τὴν θεοπρεπῆ, διανύσας πολιτείαν, τῆς ἐν οὐρανοῖς, ἠξιώθης εὐκληρίας, ἡμῖν δὲ Ἱεράρχα, τὰ σὰ τίμια Λείψανα, δέδωκας ὡς κρήνην ἰαμάτων, ὧν τὴν ἐκκόμισιν ἐκ τάφου, πανηγυρίζοντες, Νεκτάριε θαυματουργέ, φαιδρῶς ἑορτάζομεν.


Τὴν ἐκκομιδὴν, τῶν ἁγίων σοῦ Λειψάνων, θείας ἑορτῆς, καὶ χαρᾶς ἐπουρανίου, ὑπὀθεσιν εὑρόντες, ‘Ἱεράρχα Νεκτάριε, ὕμνον ἀναμέλπομεν Κυρίῳ, τῷ σὲ δοξάσαντι πλουσίως, πολλοῖς θαύμασι, καὶ δεδωκότι σε ἡμῖν, προστάτην θερμότατον.


Κρίνα τοῦ ἀγροῦ, καθωράθησαν τοῖς πᾶσι, πέμποντα ἡμῖν, εὐωδίαν οὐρανίαν, τὰ θεῖα Λείψανά σου, Θεοφόρε Νεκτάριε, ὅτε σου ἠνέῳκται ὁ τάφος, καὶ τῶν παθῶν τὴν δυσωδίαν, ἀεὶ λύουσι, τῶν προσιόντων εὐλαβῶς, αὐτοῖς μετὰ πίστεως.


Χάρις δαψιλής, τοῖς τιμίοις σου Λειψάνοις, Πάτερ ἐνοικεῖ, τῇ τοῦ IIνεύματος δυνάμει· διὸ ἀγαλλιᾶται, ἡ Μονὴ σου Νεκτάριε, καὶ ἡ νῆσος Αἴγινα κηρύττει, τὴν σὴν ὀξεῖαν προστασίαν, δι’ ἧς Ἅγιε, τοῖς ἐν ἀνάγκαις συμπαθῶς, παρέχεις βοήθειαν.


Δόξα. Ἦχος δ΄.

Ἁγιοπρεπῶς πολιτευσάμενος, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Θεὸν ἐδόξασας, ἐν ἐσχάτοις χρόνοις, Ἱεράρχα Νεκτάριε· παρ΄ οὗ ἀξίως δοξασθείς, τῶν ἀπ΄ αἰῶνος Ἁγίων ἐγένου συνάριθμος, καὶ τὰ σεπτά σου Λείψανα, θείας χάριτος θησαυρός, ἡμῖν ὤφθησαν ὧν τὴν ἀνακομιδὴν ἑορτάζοντες, δοξάζομεν Χριστόν, τὸν λαμπρῶς σε θαυμαστώσαντα.


Καὶ νῦν Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Ἀπόστιχα. Ἦχος β’, Οἶκος τοῦ Ἔφραθᾶ.

Τὴν ἀνακομιδήν, τῶν θείων σου Λειψάνων, Νεκτάριε τελοῦντες, καρπούμεθα ἐκ τούτων, τὴν δωρεὰν τοῦ Πνεύματος.


Στίχ. Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιασονται.

Χαίρει ἡ σὴ Μονή, τὰ θεῖα Λείψανά σου, Νεκτάριε πλουτοῦσα, ὡς πλοῦτον ἀφθαρσίας, καὶ χάριτος κειμήλιον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χἄριν ὁμολογεῖ, ἡ νῆσος τῆς Αἰγίνης, καθαγιαζομένη, τοῖς θείοις σου Λειψάνοις, θαυματουργὲ Νεκτάριε.


Δόξα, Τριαδικόν.

Φέγγει τρισσολαμπεῖ, Τριάδος τῆς Ἁγίας, λαμπόμενος παμμάκαρ, Νεκτάριε ἐκλάμπεις, ὥσπερ ἀστὴρ νεόφωτος.


Καὶ νῦν. Θεοτοκίον.

Εἴληφεν ἐξ ἁγνῶν αἱμάτων σου ὁ Λόγος, τὴν τῶν βροτῶν οὐσίαν, καὶ ἔσωσε Παρθένε, τὸν πεπτωκότα ἄνθρωπον.


Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῶν σεπτῶν σου Λειψάνων, Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμὸν, καί ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες• δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Ὅμοιον.

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ• ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι• δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης• ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τόν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.


Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕ ΓΑΛῼ ΕΣΠΕΡΙΝῼ


Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου.


Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Νέκταρ ἀνεδείχθης ἀρετῶν, τῇ σῇ καθαρᾷ πολιτείᾳ, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἅγιε Νεκτάριε Ἀρχιερεῦ τοῦ Χριστοῦ, καὶ τὰ θεῖά σου Λείψανα, καθηγιασμένα, Πνεύματος τῇ χάριτι, πιστοῖς ἐδόθησαν· ὧν περ τὴν σεπτὴν ἐκ τοῦ τάφου, ἀνακομιδὴν εὐφημοῦντες, τὸν σὲ θαυμαστώσαντα δοξάζομεν.


Ὁτε σου ὁ τάφος ὁ σεπτός, ἤνοικται πολλὴ εὐωδία, πᾶσιν ἐκκέχυται, τότε σου τὰ ἅγια ὀστέα Ἅγιε, ὥσπερ ἄνθη πανεύοσμα, τῆς μελλούσης δόξης, ὤφθησαν ἐκφαίνοντα, χάριν τὴν ἄφθονον· ὅθεν τῇ αὐτῶν ἐκκομίσει, ἑορτὴν συστήσαντες θείαν, ὕμνοις σε γεραίρομεν Νεκτάριε.


Ἄλλη κολυμβήθρα Σιλωάμ, ὤφθη ἡ σορὸς τῶν σεπτών σου, Λειψάνων Ἅγιε, τῇ τοῦ θείου Πνεύματος, πλουσίᾳ χάριτι· θεραπεύει γὰρ πάντοτε, δεινὰς ἀσθενείας, καὶ διώκει πνεύματα, Πάτερ ἀκάθαρτα. Ὅθεν πᾶσα γλῶσσα κηρύττει, τὰς σὰς θαυμαστὰς ἀντιλήψεις, ἃς παρέχεις ἅπασι Νεκτάριε.


Ὅτε τὴν ἁγίαν σου ψυχήν, Πάτερ τῷ Κυρίῳ ἀπέδως, ὅλην ὁλόφωτον, τότε συνηρίθμησαι, Ἁγίων τάξεσι, τὸ δὲ πάντιμον σῶμά σου, τῷ τάφῳ ἐδόθη, βρύον τὰ ἰάματα, τοῖς προσπελάζουσιν· οὗπερ ἑορτάζοντες πόθῳ, τὴν ἐκκομιδὴν Ἱεράρχα, χάριν κομιζόμεθα καὶ ἔλεος.


Ἴδε τοὺς προστρέχοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις Λειψάνοις, εὐσπλάγχνῳ ὄμματι, ἅγιε Νεκτάριε, καὶ δίδου ἅπασι, τάς αἰτήσεις ἑκάστοτε, ψυχῶν καὶ σωμάτων, ἅπαντα ἰώμενος, τὰ ἀρρωστήματα· χάρις γὰρ θαυμάτων πλουσία, παρὰ τοῦ Χριστοῦ σοι ἐδόθη, ὃν ἀπὸ νεότητος ἠγάπησας.


Χαίρει ἡ ἁγία σου Μονή, ὥσπερ θησαυρὸν κεκτημένη, τὴν σὴν τιμίαν σορόν, καὶ ἡ νῆσος Αἴγινα, γάνυται Ἅγιε, τῇ θερμῇ προστασίᾳ σου, ἡ Ἑλλὰς δὲ πᾶσα, μέλπει τῶν θαυμάτων σου, τὰ ἐνεργήματα· πάντας γὰρ ὀξέως προφθάνεις, καὶ πολλῶν κινδύνων ἐξαίρεις, τοὺς προσκαλουμένους σε Νεκτάριε.


Δόξα. Ἦχος πλ. β’.

Σήμερον καθάπερ κρίνα τοῦ ἀγροῦ, κατὰ τὸ θεῖον λόγιον, ἐκ τοῦ τάφου ἀνέτειλαν, τὰ σεπτά σου ὀστέα, θαυματοφόρε πάτερ Νεκτάριε· καὶ τῶν ἐν σοὶ χαρίτων, τὴν εὐωδίαν πνέοντα, τάς ψυχικὰς αἰσθήσεις τῶν πιστῶν εὐφραίνουσι, καὶ τῶν παθῶν τὸ δυσῶδες ἐλαύνουσιν· ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἀνεκφοίτητος ἐν τούτοις μένουσα, ἐνεργεῖ τὰ παράδοξα· ἰατρεῖον γὰρ θεῖον ὤφθησαν, καὶ ἱλαστήριον ψυχῶν, καὶ θλιβομένων καταφύγιον. Ὅθεν τὴν ἀνακομιδὴν αὐτῶν, ἐτησίως γεραίροντες, πιστῶς βοῶμέν σοι· Θεράπον Χριστοῦ θερμότατε, καὶ Ἱεράρχα

ὅσιε, ἀπαύστως πρέσβευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.


Καὶ νῦν. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι΄ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ΄ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι΄ 6 – 7, γ΄13 – 16).

Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι΄ 32, ἐκλογή).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ Αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν· πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης καὶ αἱρέτις τῶν ἔργων Αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην Αὐτοῦ καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ Σου, καὶ τῇ σοφίᾳ Σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ Σοῦ γενομένων κτισμάτων καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν Σῶν θρόνων πάρεδρον σοφίαν καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων Σου, ὅτι ἐγὼ δοῦλος Σός καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.


Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α’,

Πάλαι μὲν ἡ Αἴγινα, τὸ σὸν ἅγιον σκῆνος, θρήνοις ὁσίως κηδεύσασα, τὴν σὴν χάριν ἀπεξεδέχετο· νῦν δὲ τοῦτο ἐκ τοῦ τάφου, ὡς κιβωτὸν ἁγιάσματος ἐκκομίσασα, χαρᾶς πολλῆς πληροῦται, ἁγιασμὸν καὶ ἔλεος, καὶ ἰάσεις πολλαπλάς, καὶ πᾶσαν δόσιν ἀγαθήν, ἐξ αὐτοῦ καρπουμένη. Ἀλλ΄ ὦ πάτερ Νεκτάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν τὸ νέκταρ τῆς ἀγάπης, καὶ ῥῦσαι ἡμᾶς τῆς τῶν παθῶν πικρίας, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.


Ἦχος β΄.

Τῆς αἰωνίου ζωῆς τὰς χάριτας, καὶ τῆς μελλούσης ἀξίας τὰς δωρεάς, μυστικῶς προζωγραφοῦντα, τὰ σὰ τίμια Λείψανα πᾶσιν ἀνεφάνησαν,Ἱεράρχα Νεκτάριε· τὴν ὀσμὴν γὰρ τῆς χάριτος ἐπαφιᾶσι θαυμαστῶς, ἀρωματίζοντα πάντας, ἐν τῇ ἐκφάνσει τῶν κρειττόνων· καὶ πλήθει θαυμάτων, πλῆθος ἐπάθλων θεϊκῶν, ὧν μετέσχες δηλοῦσι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.


Ἦχος γ’.

Δεῦτε ἅπαντες πιστοί, τῇ θαυματοβρύτῳ σορῷ προσπέσωμεν, Νεκτάριου τοῦ παμμάκαρος, τοῦ νεοφανοῦς τῆς Ἐκκλησίας φωστῆρος· ἐκ τοῦ τάφου γὰρ ἡμῖν ἀνεδόθησαν, τῆς ἁγιότητος τὰ σήμαντρα φέροντα, καὶ τὴν ἐν αὐτοῖς οἰκοῦσαν χά-ριν τοῦ Πνεύματος, ὡς χρυσίον πολυτιμον στίλβοντα· καὶ δωρεαῖς ἰαμάτων, ὀλβιοῦντα τοὺς πιστούς, τὴν ἀποκειμένην ἐν οὐρανοῖς, τοῖς ἀξίοις εὔκλειαν, διατρανοῦσιν ἐμφανῶς· Χριστὸς γὰρ ἐν τοῖς Ἁγίοις ἐνεργεῖ, ὡς ἀψευδῶς ἐπηγγείλατο, ὁ δοξάζων τοὺς αὐτὸν δοξάζοντας.


Ἦχος δ΄.

Ἐξέστησαν ἅπαντες, ὅτε ὁ σὸς τάφος ἠνέῳκται, θεοφόρε Ἱεράρχα Νεκτάριε· εὐωδία γὰρ γλυκεῖα ἐξ αὐτοῦ διεξεχύθη, πιστοποιοῦσα πάντας, τῆς ζωῆς τὴν λαμπρότητα, καὶ τὸν θεόσδοτον ἐν σοὶ θησαυρόν· εὐωδία γὰρ Χριστοῦ, κατὰ Παῦλον ὤφθης, καὶ θεϊκῶν δωρεῶν ἐπάξιον ταμεῖον· ἔνθεν ἡ θήκη τῶν Λειψάνων σου, ἰάματα βρύουσα, νοσημάτων καθαιρεῖ βόρβορον, καὶ σμῆνος ἀκαθάρτων, κατακλύζει πνευμάτων, εὐφροσύνην καὶ χαράν, πᾶσι βραβεύουσα.


Δόξα. Ὁ αὐτός.

Τῇ ἀνακομιδῇ τῶν σεπτῶν Λειψάνων σου, ἑορτὴν λαμπρὰν συγκροτήσαντες, μακαρίζομέν σε, ἀξιομακάριστε Νεκτάριε· τῆς θείας γὰρ ἀγάπης τὸ νέκταρ δεξάμενος, μακάριος ἀνὴρ κατὰ Δαβίδ, ἐν κόσμῳ ὤφθης, ἐν νόμῳ Κυρίου, μελετήσας ἡμέρας καὶ, νυκτός· καὶ τὸν καρπὸν τῆς ζωῆς τρυγήσας, ἐθεώθης κατὰ μέθεξιν· διὸ καὶ ἡμῖν, τοῖς τῇ ἁγίᾳ σορῷ σου προσπίπτουσι, καὶ τὴν σεπτὴν ἀσπαζομένοις Κάραν, αἴτησαι τὸν θεῖον ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.


Καὶ νῦν, Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Πάλιν πνευματικῆς ἑορτῆς, ἡμῖν αἰτία καὶ ὑπόθεσις γέγονε, Νεκτάριε Ἱεράρχα, τῶν σῶν ἁγίων ὀστῶν, ἡ ἀπὸ τοῦ τάφου ἀνακόμισις· ἐν ᾗ ἑορτάζοντες, εὐφροσύνης πληρούμεθα, καὶ τῇ σορῷ σου, εὐλαβῶς προσπελάζοντες, κομιζόμεθα, ἐξ αὐτῆς χάριν ἄφθονον. Δίδου ἡμῖν ἑκάστοτε, ταχεῖαν βοήθειαν, ὡς μιμητὴς τοῦ Δεσπότου, πάσης ἀνάγκης ῥυόμενος, τοὺς πίστει τελείᾳ, ἐξαιτοῦντας θεοφορε, τὴν προστασίαν σου.


Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Χαίρει ἡ εὐαγὴς σου Μονή, ὡς θησαυρὸν καὶ κιβωτὸν ἁγιάσματος, κατέχουσα Ἱεράρχα, τὴν σὴν ἁγίαν σορόν, καθαγιασθεῖσαν θείῳ Πνεύματι· καὶ ταύτῃ συρρέουσιν, ἐκ περάτων Νεκτάριε, οἱ ἐν ἀνάγκαις, καὶ ἐν νόσοις καὶ θλίψεσι, καὶ λαμβάνουσι, συμπαθῶς τὰ αἰτήματα· κρήνη γὰρ ἀνεξάντλητος, θαυμάτων γεγένηται, καὶ καταφύγιον μέγα, καὶ ἰατρεῖον ἀδάπανον· Χριστὸς γὰρ πλουσίως, ὃν ἐδόξασας ἐν βίῳ, σὲ ἐθαυμάστωσε.


Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις νέος ἀστὴρ παμφαής, τῆς Ἐκκλησίας Ἱεράρχα Νεκτάριε, ὁ λύσας δοκησισόφων, τάς σοφιστείας τρανῶς, ἐν δυνάμει Πάτερ θείου Πνεύματος· πηγὴ ἡ πηγάζουσα, ἀενάως ἰάματα· νήσου Αἰγίνης, θεοδώρητος ἔφορος, καὶ πρὸς Κύριον, πρεσβευτὴς ἀκαταίσχυντος. Φρούρει οὖν ταύτην Ἅγιε, ταῖς σαῖς ἀντιλήψεσι, σὺν τῇ ἁγίᾳ Μονῇ σου, καὶ τὴν Ἑλλάδα νῦν ἅπασαν, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.


Δόξα. Ἦχος πλ΄. δ.

Ἱεραρχίας τὴν στολήν, ταῖς ἀρεταῖς λαμπρύνας Νεκτάριε, ‘Ἁγίων ἰσότιμος ὤφθης, ἀγιοπρεπῶς πολιτευσάμενος· καὶ νῦν πλήρη ἁγιότητος, τὰ σὰ τίμια Λείψανα, ἐκ τοῦ τάφου δέδωκας ἡμῖν, τοῖς ποθοῦσί σε Ἅγιε. Διὸ τὴν τούτων ἀνακομιδήν, πιστῶς ἑορτάζοντες βοῶμέν σοι· Πρέσβευε Ἱεράρχα, τῷ πανοικτίρμονι Θεῷ, δίδοσθαι ἡμῖν τὸ θεῖον ἔλεος.


Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Νῦν ἀπολύεις, τὸ Τρισάγιον. καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῶν σεπτῶν σου Λειψάνων Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἐορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμὸν, καἴ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ τὸ γνωστόν.


Ὅμοιον.

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τᾶν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.


Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ.

Τὴν ἀνακομιδήν, τῶν σεπτῶν σου Λειψάνων, Νεκτάριε σοφέ, ἐορτάζοντες πόθῳ, τὴν σὴν ἐπιβοώμεθα, μεσιτείαν πρὸς Κύριον· ὃν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ἡμᾶς ῥύεσθαι, τοὺς εὐφημοῦντάς σε Πάτερ ὡς θεῖον θεράποντα.


Θεοτοκίον.

Τὸν πάντων ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα Ἁγνή, ἐξ ἁγνῶν σοι αἱμάτων, τὸν κόσμον ἀνεκαίνισας, καὶ τὸν ὄφιν ἐνέκρωσας· ὅθεν ἅπαντες ὡς τῆς ζωῆς σε Μητέρα, μεγαλύνομεν οἱ τοῦ θανάτου ῥυσθέντες, τῷ τόκῳ σου Ἄχραντε.


Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἡνίκα ἀνέλαβον, ἀπό του τάφου σοφέ, τὰ θεῖά σου Λείψανα, ἐν εὐλαβείᾳ πολλῇ, ὀσμῆς ἐπληρώθησαν, θείας καὶ οὐρανίου, θεϊκῇ χορηγίᾳ, ᾄδοντες τῷ Σωτῆρι, χαριστήριον αἶνον, τῷ σὲ θαυματοφόρον, Νεκτάριε δείξαντι.


Θεοτοκίον.

Ἡ δόξα σου Ἄχραντε, πᾶσαν καλύπτει τὴν γῆν, καὶ πάντες οἱ Ἄγγελοι, τὰ μεγαλεῖα τὰ σά, δοξάζουσι Δέσποινα· πάντων γὰρ τὸν Δεσπότην, ἀπορρήτως τεκοῦσα. ἕνωσις διεστώτων, Θεοτόκε ἐδείχθης· διό σοι ἀσιγήτως, τὸ χαῖρε κραυγάζομεν.


Μετὰ τὸν Πολυέλαιον, Κάθισμα

Ἦχος πλ΄. α’. Τὸν συνάναρχον Λόγον.

Ἡ σορὸς τῶν σεπτῶν σου Λειψάνων Ἅγιε, ἰατρεῖον ἐδείχθη πᾶσιν ἀδάπανον· θεραπεύει γὰρ ἀεὶ θείᾳ χάριτι, τοὺς προστρέχοντας πιστῶς, νοσημάτων χαλεπῶν, Νεκτάριε Ἱεράρχα, καὶ τῶν δαιμόνων διώκει, θείᾳ ῥοπῇ πᾶσαν ἐνέργειαν.


Θεοτοκίον.

Γαστήρ σου Παρθένε ἡ παναμώμητος, πλατυτέρα ἐδείχθη τῶν οὐρανῶν ἀληθῶς, ὡς χωρήσασα Θεὸν τὸν ἀχώρητον· Ὅθεν πᾶσαι γενεαί, μακαρίζομεν πιστῶς, ὡς μόνην σε Θεοτόκον, καὶ σωτηρίαν καὶ σκέπην, ἡμῶν καὶ μέγα καταφύγιον.


Εἶτα οἱ Ἀναβαθμοὶ· τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.


Εὐαγγέλιον, ‘Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.


Ὁ Ν’ Ψαλμός.


Δόξα.

Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ Νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἐλέησόν με ὁ Θεός…

Τοῦ ἀδύτου φωτισμοῦ, κοινωνῶν θεοφόρε, καὶ κατὰ μέθεξιν θείαν θεούμενος, παθῶν ἀχλύος λύτρωσαι, καὶ παντοδαπῶν νοσημάτων καὶ θλίψεων, τοὺς τοῖς σεπτοῖς σου προσιόντας Λειψάνοις, ἀνενδοιάστῳ ψυχῇ, Ἱεράρχα πάτερ Νεκτάριε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.


Εἶτα τό, Σῶσον ὁ Θεὀς τὸν λαόν σου…


Καὶ οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, φέρων τήνδε ἀκροστιχίδα·

Τοῖς σοῖς Λειψάνοις ὦ Νεκτάριε αἶνος, Γερασίμου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῆς ἀφθαρσίας εἰληφὼς τὸν στέφανον, ὡς Ἱεράρχης σοφός, καὶ Ἁγίων πάντων, σύσκηνος γενόμενος, Νεκτάριε ἱκέτευε, φωτισμόν μοι δοθῆναι, τὴν ἐκ τοῦ τάφου γεραίροντι, ἀνακομιδὴν τῶν Λειψάνων σου.


Ὁ ποταμός τῶν δωρεῶν τοῦ Πνεύματος, ἐν τοῖς Λειψάνοις τοῖς σοῖς, νοητῶς ἐχύθη ἅγιε Νεκτάριε· ἐντεῦθεν πελαγίζουσιν, ἰαμάτων τὰ ῥεῖθρα, τῶν παθημάτων τὸν βόρβορον, καὶ ἀσθενειῶν κατακλύζοντα.


Ἴδε ὑψόθεν ἅγιε Νεκτάριε, τοὺς προσιόντας πιστῶς, τῇ ἁγίᾳ θήκῃ, τῶν σεπτῶν Λειψάνων σου, καὶ δίδου πᾶσιν Ὅσιε, πατρικῇ συμπαθείᾳ, ῥῶσιν καὶ χάριν καὶ ἔλεος, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.


Σὲ προστασίαν καὶ θερμὴν ἀντίληψιν, ἡ σὴ ἁγία Μονή, κεκτημένη Πάτερ πάσης βλάβης ῥύεται, καὶ τοῖς σεπτοῖς Λειψάνοις σου, καυχωμένη λαμβάνει, τὴν ἐξ αὐτῶν εὐλογίαν σου, ὕμνους σοι χαρᾶς ἀναμέλπουσα.


Θεοτοκίον.

Σωματοφόρον ὑπὲρ λόγον τέτοκας, τὸν πρὶν ἀσώματον, τοῦ Πατρὸς Παρθένε,

Λόγον τὸν συνάναρχον, καὶ τοῦ Ἀδὰμ ἀνέτρεψας, τὴν ἀρχαίαν κατάραν· διό σε πάντες γεραίρομεν, ὡς ζωὴν ἡμῖν θείαν βλύσασαν.


ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ὅλον τὸν πόθον πρὸς Χριστόν, ἀπὸ νεότητος ἔχων, Ἱεράρχης θεοφόρος ἐδείχθης, ἐν ἐσχάτοις τοῖς καιροῖς, Νεκτάριε μακάριε, τοῖς ἴχνεσι τῶν πάλαι, Ἁγίων Πάτερ ἑπόμενος.


Ἰαματόβρυτος πηγή, τῇ θεϊκῇ ἐπομβρίᾳ, ἡ σορὸς τῶν σῶν Λειψάνων ὁρᾶται· ὧν τὴν ἀνακομιδήν, τὴν ἐκ τοῦ τάφου μέλποντες, ἑόρτιόν σοι αἶνον, πάτερ Νεκτάριε ᾄδομεν.

Σαρκὸς νεκρώσας τάς ὁρμάς, τῇ ζωηφόρω νεκρώσει, ζωῆς θείας κληρονόμος ἐδείχθης, καί, τὰ θεῖά σου ὀστᾶ ὡς θησαυρὸν πολύτιμον, τῆς θείας ἐνεργείας, ἡμῖν Νεκτάριε δέδωκας.


Λάμψας τοῦ βίου τῇ νυκτί, ὡς φαεινὸς ἑωσφόρος, καταυγάζεις τῶν θαυμάτων τῇ αἴγλῃ τάς καρδίας τῶν πιστῶν, τῶν προσκυνούντων Ἅγιε, τῶν σῶν σεπτῶν Λειψάνων, σορὸν τὴν θείαν Νεκτάριε.


Θεοτοκίον.

Ἐκ τῶν αἱμάτων σου Ἁγνή, φορέσας ὁ Θεὸς Λόγος, τῆς σαρκὸς τὸ περιβόλαιον Κόρη, διπλοῦς ὤφθη ἐπὶ γῆς, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, ἀνερμηνεύτῳ τρόπῳ, καὶ πάντα κόσμον διέσωσε.


Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς ἑορτάζοντας πιστῶς Ἱεράρχα, τῶν σῶν Λειψάνων τὴν ἁγίαν ἡμέραν, καὶ ὡς Θεοῦ θεράποντα τιμῶντές σε, σκέπε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης ἀνάγκης, πειρασμῶν ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν, παρὰ Θεοῦ αἰτούμενος ἡμῖν, θαυματοφόρε, Νεκτάριε ὅσιε.


Θεοτοκίον.

Τῇ προστασίᾳ σου Ἁγνὴ Θεοτόκε, τοὺς καταφεύγοντας ἐξ ὅλης καρδίας, τῆς τοῦ ἐχθροῦ μανίας ἀπολύτρωσαι· δίδου δὲ βοήθειαν, τοῖς ἐν θλίψεσιν οὖσιν, ὡς Μήτηρ φιλεύσπλαγχνος, τοῦ τῶν ὅλων Δεσπότου, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, ἡμᾶς μετόχους, Παρθένε ἀνάδειξον.


ᾨδή δ΄. Σύ μου ἰσχύς.

Ἱεραρχῶν, νέον ἐδείχθης ἀγλάϊσμα, Ἱεράρχα, ὅσιε Νεκτάριε, ἐν ὁσιότητι ἀληθεῖ, καὶ δικαιοσύνῃ, καὶ τῇ τῶν τρόπων χρηστότητι, κοσμήσας σου τὸν βίον, ἐκβοῶν τῷ Κυρίῳ· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.


Ψυχῶν σοφέ, ἀπαλλαγὴ ἐκ τοῦ χείρονος, ὄντως ὤφθη, ἐν τοῖς Λειψάνοις σου, χάρις σκηνοῦσα ἡ θεϊκή· ἡ γὰρ πρῴην πόρνη, τῇ μετανοίᾳ κεκάθαρται, ἡνίκα παραδόξως, ἐκ τοῦ τάφου σου Πάτερ, θαυμαστὴ εὐωδία ἐκκέχυται.


Ἁγιασμόν, καὶ σωτηρίαν καὶ ἴασιν, τὰ ὀστᾶ σου, Πάτερ ἀναβλύζοντα, ἀνεκομίσθησαν εὐλαβῶς, καὶ ἐν τῇ Μονῇ σου, ὡς θησαυρὸς ἀπετέθησαν· οἷς πίστει προσιόντες, οἱ πιστοὶ πανταχόθεν, εὐφροσύνης πληροῦνται Νεκτάριε.


Νόσοι δειναί, τῇ ἐπικλήσει σου Ἅγιε, ἐξιῶνται, Πνεύματος τῇ χάριτι· ὅθεν θαυμάτων σου τῶν πολλῶν, ὁ φθόγγος εἰς πᾶσαν, τὴν γῆν ἐξῆλθε Νεκτάριε, καὶ πᾶς ὁ τὴν σὴν κλῆσιν, προσφωνῶν τὴν θερμήν σου, προστασίαν εὑρίσκει ἐπίκουρον.


Θεοτοκίον.

Ὅλος ἐν σοί, ἀνερμηνεύτως ἐσκήνωσεν, ὁ ἐν κόλποις, τοῦ Πατρὸς ὡς σύνθρονος, Υἱὸς ὑπάρχων καὶ συμφυὴς, καὶ σαρκὸς Παρθένε, μετειληφώς τε καὶ αἵματος, διπλοῦς ἐκ σοῦ ἐτέχθη, ἐν μιᾷ ὑποστάσει, τοῦ Ἀδὰμ ἀνορθῶν τὸ ὀλίσθημα.


ᾨδή ε’. Ἵνα τί με ἀπώσω.

Ἱλαστήριον ὥσπερ, ἡ τιμία θήκη σου πρόκειται ἅπασι, τοῖς προσερχομένοις, καὶ τὴν σὴν ἐξαιτοῦσι βοήθειαν, ἢν ἀπαύστως δίδου, Νεκτάριε θαυματοφόρε, ἀφανίζων ἐχθροῦ τὰ βουλεύματα.


Σωτηρίας λιμένα, ἡ ἁγία Μάνδρα σου ἔχει σε Ἅγιε, καὶ τοῖς σοῖς Λειψάνοις, ἀκλυδώνιστος σῴζεται πάντοτε, πάσης τρικυμίας τῆς ἐν τῷ βίῳ καὶ ἀνάγκης, τὰ πολλά σου κηρύττουσα θαύματα.


Ὥσπερ δόματα θεῖα, πανταχοῦ δεδώρηνται ἐκ τῶν Λειψάνων σου, πίστει ἀδιστάκτῳ, θεοφόρε Νεκτάριε τμήματα, πᾶσαν τὴν Ἑλλάδα, καὶ πᾶσαν ἄλλην χώραν Πάτερ, ἁγιάζοντα Πνεύματος χάριτι.


Νέον ἄστρον ἐφάνης, ἐν τοῖς ζοφεροῖς τούτοις χρόνοις Νεκτάριε, τοῦ Εὐαγγελίου, ἀπαυγάζων τὸ φῶς τὸ ἀνέσπερον· ἔνθεν θεοφόρε, τῶν σῶν θαυμάτων τῇ δυνάμει, Ὀρθοδόξων εὐφραίνεις τὸ πλήρωμα.


Θεοτοκίον.

Ἐσαρκώθη ὡς οἶδεν, ὁ ἀπεριόριστος φύσει Θεότητος, ἐκ τῶν σῶν αἱμάτων, καὶ ἐφάνη τῷ κόσμῳ ὡς ἄνθρωπος, Κεχαριτωμένη· ὅθεν ὑμνοῦμέν σου τὴν δόξαν ὅτι Μήτηρ Θεοῦ ὤφθης ἄχραντος.


ᾨδὴ ς’. Ἰλάσθητί μοι Σωτήρ.

Κειμήλιον ἱερόν, καὶ ὄλβον Πάτερ οὐράνιον, ἡ Μάνδρα σου ἡ σεπτή, τὴν ἁγίαν Κάραν σου, κατέχουσα γάνυται, τῇ ἀεὶ ἐκ ταύτης, προϊούσῃ θείᾳ χάριτι.


Τὸ νέκταρ τὸ μυστικόν, ἐν τῇ ψυχῇ σου δεξάμενος, Νεκτάριε ἱερέ, πηγάζεις ἑκάστοτε, γλυκασμὸν χρηστότατος, τοῖς προσερχομένοις, τῇ σορῷ τῇ τῶν Λειψάνων σου.


Αἰγίνης χαίρει ἐν σοί, ἡ νῆσος πάτερ Νεκτάριε, πλουτήσασα ἐκ Θεοῦ, ὡς δῶρον οὐράνιον, τὰ θεῖά σου Λείψανα, ὧν τοῖς θαυμασίοις, καυχωμένη μακαρίζει σε.


Ῥυσθῆναι πάσης ὀργῆς, Χριστὸν ἱκέτευε Ὅσιε, τοὺς προσιόντας πιστῶς, τῇ θείᾳ πρεσβείᾳ σου, καὶ τυχεῖν Νεκτάριε θεϊκοῦ ἐλέους, καὶ τῶν θείων ἀπολαύσεων.


Θεοτοκίον.

Ἱκέτευε ἐκτενῶς, τὸν σὸν Υἱον καὶ Θεὸν ἡμῶν, Θεογεννῆτορ Ἁγνή, κινδύνων καὶ θλίψεων, καὶ πάσης κακώσεως, ἡμᾶς λυτρωθῆναι, τοὺς προστρέχοντας τῇ σκέπῃ σου.


Κοντάκιον. Ἦχος δ΄ Ἐπεφάνης σήμερον.

Τῶν σεπτῶν Λειψάνων σου τὴν ἐκ τοῦ τάφου, κομιδήν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.


Ὁ Οἶκος.

Ὡς ὀσμὴ ἀγροῦ πλήρους Νεκτάριε, ἡ ὀσμὴ τῶν ἁγίων Λειψάνων σου, ὡς ἔφη πάλαι Ἰσαάκ, ἐπευλογῶν τὸν Ἰακὼβ· σὺ γὰρ ὅλος καθαγιασθείς, τῇ ἐναρέτῳ ζωῇ ἁγιότητος ὤφθης σκεῦος ἐκλεκτόν, καὶ τῶν πάλαι Ἁγίων ἰσότιμος καὶ κοινωνός· διὸ καὶ ἡ σορὸς τῶν σῶν σεπτῶν Λειψάνων, κιβωτὸς ἁγιάσματος πᾶσι πρόκειται, τῇ τοῦ Παναγίου Πνεύματος ἐπιφοιτήσει, καθαγιάζουσα τοὺς προσερχομένους, καὶ θεραπεύουσα νόσους ἀνιάτους, καὶ νέμουσα καινισμὸν μετανοίας, πεπαλαιωμέναις ψυχαῖς τῇ ἁμαρτίᾳ· ὧν τὴν σεπτὴν ἀνακομιδὴν ἐορτάζοντες, τὰ σὰ θαυμάσια εὐσήμως κηρύττομεν, καὶ εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.


Συναξάριον.

Τῇ γ’ τοῦ αὐτοῦ μηνός, τὴν ἀνακομιδὴν ἑορτάζομεν τῶν τιμίων Λειψάνων τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ, γενομένην ἐν ἔτει σωτηρίῳ 1953.


Στίχοι·

Ἐκ γῆς τὰ σὰ Λείψανα φανὲντα Πάτερ, πᾶσι φαίνουσι τὴν κεκρυμμένην χάριν.

Τριτίῃ, Νεκταρίοιο γῆθεν ὀστέα φαάνθη.


Οὗτος ὁ νέος λαμπρὸς τῆς Ἐκκλησίας ἀστήρ, ὁ θαυμάτων δυνάμεσι παραδόξως παρὰ Θεοῦ δοξασθείς, κεκοίμηται τῇ θ’ Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1920, ὡς διεξοδικῶς περὶ αὐτοῦ ἱστόρηται κατὰ τὴν μνήμην τῆς πρὸς Θεὸν αὐτοῦ ἐκδημίας. Σήμερον ἑορτάζομεν τὴν ἐκ τοῦ τάφου ἀνακομιδὴν τῶν ἁγίων καὶ θαυματοβρύτων αὐτοῦ Λειψάνων, ἥτις ἐγένετο ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ τρίτῳ, τῇ γ’ τοῦ μηνὸς Σεπτεμβρίου, ἀρχιερατεύοντος τοῦ Μητροπολίτου Ὕδρας, Σπετσῶν καὶ Αἰγίνης Προκοπίου, παρεστώτων τοῦ τε ἀρχιερέως πρῴην Ἠλείας Ἀντωνίου, τῶν τῆς νήσου Ἀρχῶν, τῶν τε Μοναζουσῶν σὺν τῷ ἱερῷ Κλήρῳ, καὶ τοῦ τῆς Ἐπικρατείας συμβούλου.

Πάντων οὖν τούτων παρισταμένων, ἠνέῳκται ὁ τάφος· αὐτίκα δὲ ἄρρητος ἐξέδραμε καὶ διακκέχυται εὐωδία, ὡς ὀσμὴ μύρων πολλῶν ἐν τῷ ἀέρι χεομένων· ὁσίαις δὲ χερσὶν ἀνακομισθέντα ἐκεῖθεν τὰ τοῦ Ἁγίου τίμια Λείψανα καὶ πολυτίμοις θήκαις ἐναποτεθέντα, κατετέθησαν τῇ εὐαγεῖ αὐτοῦ Μονῇ ὡς θησαυρὸς ἀκένωτος τῆς θείας χάριτος καὶ ἀδαπάνητον ἰατρεῖον πολυειδῶν νοσημάτων καὶ πόνων καὶ θλίψεων. Πλεῖστα δὲ μέρη καὶ πόλεις ἠξιώθησαν ἔχειν τμήματα ἐκ τῶν σεπτῶν τούτου Λειψάνων, πρὸς ἁγιασμὸν τῶν πιστῶν καὶ θεραπείαν τῶν ἀσθενῶν, καὶ ἄπειρα θαύματα ἐνήργησε καὶ ἐνεργεῖ ὁ μέγας οὗτος καὶ ἡγιασμένος πατήρ, καὶ πανταχοῦ προφθάνει, διασῴζων τοὺς καλοῦντας αὐτὸν ὡς ἡ περὶ αὐτοῦ ἐν πλάτει διέξεισι δέλτος.

Ταῖς αὐτοῦ πρεσβείαις καὶ πάντων σου τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ’, Θεοῦ συγκατάβασιν.

Εἰς πᾶσαν ἐξεδραμε, τὴν οἰκουμένην πάτερ Νεκτάριε, τῶν πολλῶν σου θαυμάτων, ὁ θεῖος φθόγγος καὶ πάντες σπεύδουσι, τοῖς Ἱεροῖς σου Λειψάνοις κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.


Αἰγίνης οἱ κάτοικοι, τῇ σοὶ δοθείσῃ πλουσίᾳ χάριτι, ἐπαγάλλονται Πάτερ, ὅτι προστάτην θερμόν σε κέκτηνται, μετὰ τὸν θεῖον σοφὲ Διονύσιον μεθ΄ οὗ δυσώσει Χριστόν, ὑπὲρ τῆς νήσου ἡμῶν.


Ἰάματα ἄφθονα, οἱ ἀσθενοῦντες δεῦτε ἀντλήσατε, ἐκ σοροῦ τῆς ἁγίας, τοῦ Νεκταρίου τοῦ πᾶσι νέμοντος, ἁγιασμὸν καὶ ὑγείαν καὶ ἔλεος, τοῖς προσιοῦσι πιστῶς, τῇ ἀντιλήψει αὐτοῦ.


Ναὸς ὤφθης ἔμψυχος τῆς Παναγίας Τριάδος Ἅγιε, καὶ ναῷ σου ἁγίῳ, ἐναποκείμενα τὰ σὰ Λείψανα, τῆς αἰωνίου ζωῆς ὑπεμφαίνουσι, Νεκτάριε ἱερέ, τὰς μυστικὰς ἀμοιβάς.


Θεοτοκίον.

Ὁλόφωτον σκήνωμα, τοῦ Φωτοδότου καὶ Παντοκράτορος Φωτοτόκε Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου φώτισον, μαρμαρυγαῖς τῆς ἐν σοὶ ἀγαθότητος, καὶ ζοφερᾶς τοῦ ἐχθροῦ, ἀπάλλαξόν με φθορᾶς.


ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.

Σθένος λαβὼν οὐράνιον, Ἱεράρχα Νεκτάριε, ὤφθης ἐναρέτου βίου ὑποτύπωσις, ἐσχάτοις ἐν ἔτεσι, τοῖς ἴχνεσιν ἑπόμενος, τῶν ἐν ἐγκρατείᾳ, καὶ ἀσκήσει ὁσίᾳ, Θεὸν θεραπευσάντων, μεθ΄ ὧν καὶ ἀναμέλπεις· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς

αἰῶνας.


Γέγονε τῶν Λειψάνων σου ἡ ἐκ τάφου ἐκκόμισις, ἑορτῆς ἁγίας τοῖς πιστοῖς ὑπόθεσις· ἐν ᾗ συνελθόντες σε, γεραίρομεν Νεκτάριε, καὶ περικυκλοῦντες, τὴν ἁγίαν σορόν σου, λαμβάνομεν ἐκ ταύτης, ψυχικὴν εὐφροσύνην, καὶ θείαν εὐλογίαν, καὶ λύσιν ἀθυμίας.


Εἰς πᾶσαν γῆν καὶ θάλασσαν τῶν θαυμάτων σου Ἅγιε, ἡ πληθὺς βοᾶται καὶ λαμπρῶς κηρύττεται· ἐντεῦθεν συρρέουσι, τῇ θήκῃ τῶν Λειψάνων σου, στίφη εὐσεβῶν, καὶ ἐξ αὐτῶν πᾶσαν χάριν, καὶ ὄνησιν καρποῦνται, Χριστὸν δοξολογοῦντες, τὸν δείξαντά σε Πάτερ, δεδοξασμένον ἄρτι.


Ῥόδα καθάπερ εὔοσμα, τὰ σὰ τίμια Λείψανα, ἡνίκα ἠνοίγη ὁ τάφος σου ὤφθησαν, ὀσμὴν τὴν οὐράνιον, τοῖς πᾶσι διαπνέοντα, ὧν τὴν κομιδήν, ἐπιτελοῦντες βοῶμεν· Παθῶν ἀκαθαρσίας, καὶ νόσων δυσωδίας, ῥύου τοὺς σὲ τιμῶντας, Νεκτάριε θεόφρον.


Θεοτοκίον.

Ἀνερμηνεύτως τέτοκας, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν βροτείαν φύσιν ἐκ σοῦ ἐνδυσάμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἡμᾶς ἀνακαινίζοντα, πλούτῳ εὐσπλαγχνίας, Θεοτόκε Παρθένε· διὸ παλαιωθέντα, πολλαῖς με ἁμαρτίαις, ἐγκαίνισον διδοῦσα, ἐπιστροφὴν τελείαν.


ᾨδη θ’. Ἐξέστη ἐπὶ τούτῳ.

Σκηνώσας ἐν ταῖς ἄνω θείαις αὐλαῖς, Ἱεράρχα Νεκτάριε ὅσιε, σὺν τοῖς χοροῖς, πάντων τῶν Ἁγίων περιφανῶς, τὸ ἱερόν σου Λείψανον, δέδωκας τοῖς τέκνοις σου πατρικῶς, ὡς στήλην γεγραμμένην, τῶν πρὸς ἡμᾶς σου Πάτερ, εὐλογιῶν χάριν τὴν ἄφθονον.


Ἰδόντες σου τὰ Λείψανα τὰ σεπτά, πλήρη χάριτος πάτερ Νεκτάριε, κροκκοβαφῆ, καὶ ἡγιασμένα παρὰ Θεοῦ, χαρᾶς καὶ κατανύξεως, πάντες ἐπληρώθησαν ἀληθῶς, οἱ ταῦτα ἐκ τοῦ τάφου, κομίσαντες ὁσίως, καὶ τὸν Σωτῆρα ἐμεγάλυναν.


Μονὴν σου Ἱεράρχα τὴν εὐαγῆ, ἣν ἱδρῶσι καὶ πόνοις συνέστησας, σκέπε ἀεί, ταῖς σαῖς προστασίαις ταῖς θαυμασταῖς, καί, ἅπασαν τὴν Αἴγιναν, ἄνωθεν εὐλόγει ὡς συμπαθής· ἰδοὺ γὰρ τοῖς σεπτοῖς σου, προσπίπτομεν Λειψάνοις, καὶ σὲ γεραίρομεν Νεκτάριε.


Ὁ νέος ἐν Ἁγίοις λαμπρὸς ἀστήρ, Ὀρθοδόξων τὸ μέγιστον καύχημα, Πάτερ σοφέ, δέξαι μου τῶν ὕμνων τὴν προσφοράν· τολμήσας γὰρ πρὶν ᾔνεσα, τὴν σὴν ἐκδημιαν πρὸς τὸν Θεόν, νῦν μέλπων τῶν Λειψάνων, τῶν θείων σου τὴν μνήμην, τὴν σὴν αἰτῶ θερμὴν ἀντίληψιν.


Θεοτοκίον.

Ὑψίστου ἐνδιαίτημα φωταυγές, τοῦ Δεσπότου καθέδρα ὑπέρλαμπρε, Μῆτερ Θεοῦ, μόνη Παντευλόγητε Μαριάμ, Παρθένε Θεοχώρητε, δεῖξόν με χωρίον χωρητικόν, τῆς θείας ἐπιπνοίας, δι΄ ἐναρέτου βίου, τοῦ προελθόντος ἐκ λαγόνων σου.


Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὴν θήκην τῶν Λειψάνων σου περικυκλοῦντες Ἅγιε, καὶ προσπτυσσόμενοι ταῦτα, ἐν εὐλαβείᾳ καὶ πόθῳ, δοξάζομεν Νεκτάριε, τὸν σὲ λαμπρῶς δοξάσαντα, θαυμάτων Πάτερ χάριτι· ὃν ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.


Θεοτοκίον.

Τὸν Ποιητὴν καὶ Κύριον, ἀφράστως σωματώσασα, τῶν οὐρανῶν πλατυτέρα, ὤφθης Ἁγνὴ Θεοτόκε· διὸ ἡμᾶς στενώσεως, παθῶν ποικίλων λύτρωσαι, καὶ τῆς χαρᾶς ἀξίωσον, τῆς οὐρανίου Παρθένε τῇ μητρικῇ σου πρεσβείᾳ.


Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.


Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πάτερ Νεκτάριε ζωῆς, αἰωνίου μέτοχος, τῇ καθαρῇ πολιτείᾳ σου, καὶ ἰσοστάσιος, τῶν Ἁγίων πέλων, νέκταρ βλύζεις ἄϋλον, ἡμῖν ἐκ τῶν τιμίων Λειψάνων σου, ὧν ἑορτάζοντες, τὴν ἐκ τάφου ἀνακόμισιν, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.


Πάτερ Νεκτάριε τὰ σά, Λείψανα τῇ χάριτι, ἡγιασμένα τοῦ Πνεύματος, ὡς ἄνθη εὔοσμα, ὤφθησαν ἐκ τάφου, καὶ ἀεὶ πηγάζουσιν, ἰάσεις τοῖς πιστῶς προσπελάζουσι, καὶ ἀπελαύνουσι, τῶν δαιμόνων τὴν ἐπήρειαν· διὰ τοῦτο, πάντες σὲ γεραίρομεν.


Πάτερ Νεκτάριε ἡ σή, χάρις ἡ θεόσδοτος, διαβεβόηται ἅπασι, τῆς γῆς τοῖς πέρασι· πάντας γὰρ προφθάνεις, τοὺς πιστῶς καλοῦντας σε, κινδύνων τε καὶ πόνων λυτρούμενος· διὸ τὰ πάνσεπτα, προσπτυσσόμενοί σου Λείψανα, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.


Πάτερ Νεκτάριε ἡ σή, Μάνδρα ἐπαγάλλεται, τοῖς μυριπνόοις Λειψάνοις σου, καὶ τὰ σὰ θαύματα, ἅπασι κηρύττει, ἡ δὲ νῆσος Αἴγινα, καυχᾶται, τῇ θερμῇ προστασίᾳ σου, Ἑλλὰς δὲ ἅπασα, μακαρίζει θείοις ὕμνοις σε, ἐντρυφῶσα, τῶν σῶν ἀντιλήψεων.


Δόξα. Ἦχος πλ. δ’.

Ἀρχιερέων καλλονή, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ δι’ ἀρετῶν λαμπρότητος, ὤφθης Ἱεράρχα Νεκτάριε· διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καυχωμένη τῇ δόξῃ σου, ὡς πάλαι Ἰσραὴλ τοῦ Ἰωσὴφ τὸ σῶμα, τῶν σῶν Λειψάνων τὴν σορὸν, τιμαῖς ὁσίαις περιβάλλει, καὶ εὐλαβῶς κατασπάζεται· καὶ τὴν ἐξ αὐτῶν προϊοῦσαν χάριν καρπουμένη, βοᾷ σοι Ἅγιε· Ὡς ἔχων παρρησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, τὴν καλὴν ὁμολογίαν τηρεῖν ἀλώβητον, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ


Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ’ καὶ ς’ ᾠδή.

Ἀπόστολος καὶ Εὐαγγέλιον τὰ τῆς θ’ Νοεμβρίου. (Ζήτει τὸν Ἀπόστολον τῇ ιβ’ Δεκεμβρίου — ἁγίου Σπυρίδωνος, τὸ δὲ Εὐαγγέλιον τῇ ι΄ Ἰανουαρίου — ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης.)


Κοινωνικόν.


Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.

Χάριν ἀναβλύζοντα δαψιλῆ, ὤφθησαν ἐκ τάφου, τὰ σὰ Λείψανα τὰ σεπτά, Νεκτάριε πάτερ, οἷς πίστει προσιόντες, λαμβάνομεν ὑγείαν, ψυχῆς καὶ σώματος.

Δίστιχον·

Γεράσιμος πρὶν θεῖον ὕμνον σοι ᾖσε·

καὶ νῦν Πάτερ ᾄδει σορῷ σου τῇ θείᾳ 








Σάββατο 29 Αυγούστου 2026

Το μήνυμα του Οικουμενικού Πατριάρχη για την εορτή της Ινδίκτου 2026

 

 

 



Ἀριθμ. Πρωτ. 668 


† Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ  ΕΛΕΩι ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ  ΝΕΑΣ ΡΩΜΗΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ 

ΠΑΝΤΙ Τῼ ΠΛΗΡΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΧΑΡΙΝ, ΕΙΡΗΝΗΝ ΚΑΙ ΕΛΕΟΣ  

ΠΑΡΑ ΤΟΥ ΔΗΜΙΟΥΡΓΟΥ ΠΑΣΗΣ ΤΗΣ ΚΤΙΣΕΩΣ 

ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 


 


 Ἱερώτατοι καί Θεοφιλέστατοι ἀδελφοί Ἱεράρχαι καί τέκνα ἐν Κυρίῳ εὐλογημένα, 

Χάριτι τοῦ ἀγαθοδότου Θεοῦ εἰσερχόμεθα σήμερον εἰς τό νέον ἐκκλησιαστικόν ἔτος, τιμῶντες καί ἑορτάζοντες ἐν ψαλμοῖς καί ὕμνοις καί ᾠδαῖς πνευματικαῖς, κατά τήν ἔναρξιν αὐτοῦ, τήν «Ἡμέραν προσευχῆς ὑπέρ τῆς προστασίας τοῦ φυσικοῦ περιβάλλοντος».  

 Ἡ πολυδιάστατος σύγχρονος οἰκολογική κρίσις εἶναι κρίσις τῆς ἐλευθερίας τοῦ ἀνθρώπου, τῆς θρησκείας καί τῆς φιλοσοφίας του, τοῦ ἤθους καί τοῦ πολιτισμοῦ του. Προηγεῖται ἡ «κακή ἀλλοίωσις» τῆς ἐλευθερίας μας, ἡ ἀποκοπή καί ἡ ἀλλοτρίωσίς μας ἀπό τήν Πηγήν τῆς Ζωῆς, καί ἀκολουθεῖ ἡ καταστροφική διά τό φυσικόν περιβάλλον συμπεροφορά. Αἰσθανόμεθα βαθεῖαν εὐγνωμοσύνην διά τό γεγονός ὅτι αἱ πρωτοποριακαί πρωτοβουλίαι καί παρεμβάσεις τοῦ Οἰκουμενικοῦ Πατριαρχείου, ἀδιαλείπτως ἀπό τό ἔτος 1989 μέχρι τῆς σήμερον, ὄχι μόνον ἀπεκάλυψαν τάς πνευματικάς παραμέτρους τοῦ οἰκολογικοῦ προβλήματος, ἀλλά διήνοιξαν νέας ὁδούς καί προοπτικάς διά τήν ἀντιμετώπισίν του. Τά οἰκολογικά συνέδρια, οἱ σχετικοί διαχριστιανικοί καί διαθρησκειακοί διάλογοι, αἱ συγκεκριμέναι προτάσεις τῆς Μεγάλης Ἐκκλησίας ἐπί περιβαλλοντικῶν θεμάτων, ἡ ἀναφορά εἰς τάς κοινωνικάς διαστάσεις καί συνεπείας τῆς οἰκολογικῆς κρίσεως καί ἄλλα τοιαῦτα, συγκροτοῦν μίαν ρωμαλέαν περιβαλλοντολογικήν πρότασιν, μέ ἔμφασιν εἰς τήν ἀδήριτον ἀνάγκην «κοπερνίκειας στροφῆς» εἰς τήν κατανόησιν τῆς ἰδέας τῆς προόδου καί εἰς τήν στάσιν τῆς ἀνθρωπότητος ἀπέναντι εἰς τήν φύσιν, καθώς καί εἰς τόν τρόπον δράσεως τῶν παραγόντων τῆς πολιτικῆς, τῆς οἰκονομίας καί τῆς κοινωνικῆς ζωῆς, τῶν Ἐκκλησιῶν καί τῶν θρησκειῶν, τῆς ἐπιστήμης καί τῆς τεχνολογίας καί τῆς παιδείας τῆς νέας γενεᾶς.  

Θά συνεχίσωμεν, ἔργῳ καί λόγῳ, τήν προβολήν τῆς οἰκολογικῆς προτάσεως τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τόν οἰκοφιλικόν δυναμισμόν τῆς εὐχαριστιακῆς, ἀσκητικῆς καί δοξολογικῆς σχέσεως μέ τήν δημιουργίαν, ὑπογραμμίζοντες πάντοτε ὅτι ἀπαιτεῖται ἐπισταμένη θεολογική ἐργασία διά τήν ἀποσαφήνισιν τοῦ αὐθεντικοῦ οἰκολογικοῦ μηνύματος τῆς Ὀρθοδόξου ἡμῶν πίστεως καί παραδόσεως, ἐπ᾿ἀγαθῷ τῆς «καλῆς λίαν» δημιουργίας.  

Εἴμεθα βέβαιοι ὅτι ἡ ἀνάδειξις τῶν θρησκευτικῶν καί ἠθικῶν διαστάσεων τῆς οἰκολογικῆς ἀπειλῆς θά ὁδηγήσῃ εἰς τήν συνειδητοποίησιν τῆς ἀξονικῆς σημασίας τῆς «οἰκολογικῆς εὐθύνης». Ἐπί τέλους, ὁ ἄνθρωπος πρέπει νά παύσῃ νά δρᾷ ὡς νά μή ἐγνώριζε καί νά ἀποβάλῃ ὁριστικῶς τήν ψευδαίσθησιν ὅτι ὁ πλανήτης γῆ δύναται εἰς τό διηνεκές νά ὑπερβαίνῃ τάς ἀνθρωπογενεῖς ἐπιβαρύνσεις καί καταστροφάς, ὅτι ἡ φύσις ἔχει τήν δύναμιν νά ἀνανεώνεται ἀφ᾿ ἑαυτῆς. Τό ἦθος τῆς εὐθύνης διά τήν προστασίαν τοῦ φυσικοῦ περιβάλλοντος ὀφείλει νά ἐκφράζεται εἰς παγκόσμιον, ἐθνικόν, τοπικόν καί προσωπικόν ἐπίπεδον. Ἐπαναλαμβάνομεν καί πάλιν, ὅτι ἡ ἀνάπτυξις οἰκολογικῆς εὐθύνης εἶναι «κατηγορική προστακτική» διά τήν ἀνθρωπότητα, ἐνώπιον τῆς μεγαλυτέρας ἀπειλῆς, τήν ὁποίαν ἐκλήθη αὕτη νά ἀντιμετωπίσῃ εἰς ὁλόκληρον τήν ἱστορικήν της διαδρομήν.  

 Προφανέστατα, μέ κυρίαρχον τό ἀνθρωπολογικόν πρότυπον, τό ὁποῖον ἐκπροσωπεῖ ὁ «ἄφρων πλούσιος» τοῦ Εὐαγγελίου (Λουκ. ιβ΄, 17-21), μέ τό «καθελῶ μου τάς ἀποθήκας καί μείζονας οἰκοδομήσω, καί συνάξω ἐκεῖ πάντα τά γενήματά μου καί τά ἀγαθά μου», καί τό «ψυχή, ἔχεις πολλά ἀγαθά κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου», ἡ ἀνθρωπότης ὑπονομεύει τό μέλλον της καί ἀφανίζει τόν «οἶκον» της. Αἱ «νεωτερικαί ἁμαρτίαι» τῆς ἀνθρωπότητος ἐδημιούργησαν, καί συνεχίζουν νά τό πράττουν, νέους διχασμούς καί διασπάσεις μεταξύ ἀνθρώπου καί φύσεως. Ὁ σύγχρονος «ἀνθρωποθεός» ἐμμένει εἰς τήν γεωκτονίαν, ἀγνοεῖ μέτρα καί ὅρια ἐν ὀνόματι γεωπολιτικῶν σχεδιασμῶν καί οἰκονομικῶν συμφερόντων, τοῦ καταναλωτισμοῦ καί τῆς ἱκανοποιήσεως, οὐσιαστικῶς ἀκορέστων, ἀναγκῶν, ἀλλά καί, βαθύτερον, λόγῳ ἐσωτερικῶν βιωματικῶν καί ἀξιακῶν ἀνατροπῶν. Αἱ ἐπιπτώσεις μιᾶς παγκοσμίου κυριαρχίας τῆς βουλήσεως χειραγωγήσεως, ἐργαλειοποιήσεως καί ἐκμεταλλεύσεως τῆς φύσεως θά ἀποβοῦν τραγικαί διά τήν ζωήν εἰς τόν πλανήτην μας.  

Ἡ προϊοῦσα ἀποδοχή καί ἐπίσημος καθιέρωσις τῆς 1ης Σεπτεμβρίου ὑπό τοῦ χριστιανικοῦ κόσμου ὡς Ἡμέρας Προστασίας τοῦ Φυσικοῦ Περιβάλλοντος ἀποκτᾷ σήμερον ἰδιαιτέραν βαρύτητα ὡς σύμβολον καί ἔμπρακτος προώθησις τῆς ἑνότητος τῶν Χριστιανῶν. Ἐξ ἄλλου, ἡ δοξολόγησις τοῦ «δημιουργοῦ πάσης τῆς κτίσεως» κατά τήν Ἀρχήν τῆς Ἰνδίκτου εἰς τήν λειτουργικήν παράδοσίν μας, ἀποτελεῖ μίαν πολύτιμον παρακαταθήκην, ὡς πρόσκλησις καί προτροπή πρός σεβασμόν τῆς δημιουργίας, ἡ ὁποία ὑφίσταται τάς συνεπείας τῆς ἀνοικείου ἀνθρωπογενοῦς ἐπιβουλῆς. 

 Τιμιώτατοι ἀδελφοί καί προσφιλέστατα τέκνα,  

Ὁ σεβασμός τῶν βασικῶν πυλώνων τοῦ οἰκολογικοῦ πολιτισμοῦ δύναται νά ἀνακόψῃ τάς οἰκοκαταστροφικάς τάσεις καί νά διανοίξῃ τόν «οἰκολογικόν μονόδρομον» τῆς βιωσίμου ἀναπτύξεως. Γενικώτερον, ἡ ἀνθρωπότης ἔχει ἀνάγκην συναινέσεως ἐπί ἑνός κορμοῦ κοινῶν θεμελιωδῶν ἀξιῶν, ὁ ὁποῖος, ἐντός ἑνός κόσμου ρήξεων καί πολώσεων, θά λειτουργῇ ὡς πυξίς διά τήν πορείαν πρός τό μέλλον. Ἄξονα αὐτοῦ τοῦ ἀξιακοῦ συνόλου θεωροῦμεν τήν ἀρχήν τῆς ἀλληλεγγύης, ὡς παράγοντος συνυπευθυνότητος, διαλόγου καί εἰλικρινοῦς ἀμοιβαιότητος, ὁμοῦ μετά τῆς συλλογικῆς εὐθύνης διά τήν προστασίαν τοῦ φυσικοῦ περιβάλλοντος. Τόσον ὁ ἔμπρακτος σεβασμός τῆς ἱερότητος τοῦ ἀνθρωπίνου προσώπου, ὅσον καί ἡ μέριμνα διά τήν ἀκεραιότητα τῆς κτίσεως, ἀποτελοῦν, ἐξ ἐπόψεως χριστιανικῆς, ζωτικάς ἐκφάνσεις τῆς εὐχαριστιακῆς πραγματώσεως τῆς Ἐκκλησίας καί  τῆς κλήσεως τοῦ ἀνθρώπου νά καταστῇ «ἱερεύς» τῆς δημιουργίας.  

 Ἐν τῷ πνεύματι τούτῳ, εὐχόμενοι αἴσιον καί εὔκαρπον ἐν ἔργοις ἀγαθοῖς καί θεαρέστοις τόν νέον ἐκκλησιαστικόν ἐνιαυτόν, ἐπικαλούμεθα ἐπί πάντας ὑμᾶς, πρεσβείαις καί μεσιτείᾳ τῆς Παναγίας τῆς Παμμακαρίστου, τήν πανίερον εἰκόνα τῆς ὁποίας εὐλαβῶς φυλάττομεν ἐν τῷ Πανσέπτῳ Πατριαρχικῷ Ναῷ, καί «στόμασι καί καρδίᾳ καί θελήματι» ἀσπαζόμεθα, τήν χάριν καί τό ἔλεος τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Οὗ τό ὑπεράγιον ὄνομα εἴη εὐλογημένον καί δεδοξασμένον νῦν καί ἀεί καί εἰς τούς ἀπεράντους αἰῶνας. Ἀμήν!    

,βκς’ Σεπτεμβρίου α’                  

Ὁ Κωνσταντινουπόλεως               

διάπυρος πρός Θεόν εὐχέτης πάντων ὑμῶν 

 


Τετάρτη 26 Αυγούστου 2026

Ο Πατριάρχης Βαρθολομαίος στον ιστορικό Ναό του Αγίου Νικολάου Αλικαρνασσού

 

 


Η Α.Θ. Παναγιότης ο Οικουμενικός Πατριάρχης κ.κ. Βαρθολομαίος, ο οποίος πραγματοποιεί ιδιωτική επίσκεψη στην Αλικαρνασσό της Μικράς Ασίας, μετέβη σήμερα, Τετάρτη 26 Αυγούστου 2026, στον ιστορικό Ιερό Ναό του Αγίου Νικολάου, ο οποίος ανεγέρθηκε το 1780 και βρίσκεται στο κέντρο της πόλης.

Προηγουμένως, ο Παναγιώτατος επισκέφθηκε το Δημαρχείο Αλικαρνασσού, όπου τον υποδέχθηκε ο Δήμαρχος Tamer Mandalinci. Κατά τη συνάντησή τους συζητήθηκε, μεταξύ άλλων, η πορεία των εργασιών αποκατάστασης του ιστορικού ναού, ενώ ο Δήμαρχος ενημέρωσε τον Οικουμενικό Πατριάρχη για την εξέλιξη του έργου.

Οι εργασίες πραγματοποιούνται σε συνεργασία με το Υπουργείο Πολιτισμού και Τουρισμού της Τουρκίας, τη Διεύθυνση του Μουσείου Υποβρύχιας Αρχαιολογίας της Αλικαρνασσού και τον Δήμο, με στόχο την αποκατάσταση του μνημείου με σεβασμό στην αυθεντική του μορφή και τη διαφύλαξη της ιστορικής του φυσιογνωμίας.

Παράλληλα, παρουσιάστηκε στον Παναγιώτατο το σχέδιο για την αξιοποίηση του Ιερού Ναού του Αγίου Νικολάου ως μουσείου, ώστε το ιστορικό μνημείο να αποτελέσει ένα ακόμη σημαντικό σημείο αναφοράς για την Αλικαρνασσό.

Ακολούθως, ο Δήμαρχος συνόδευσε τον Οικουμενικό Πατριάρχη στον παλαιό Ιερό Ναό, όπου ο Παναγιώτατος ενημερώθηκε επί τόπου για την πορεία των εργασιών αποκατάστασης. Κατά την επίσκεψη, ο Οικουμενικός Πατριάρχης και οι εκπρόσωποι της δημοτικής αρχής εξέτασαν επίσης το ομοίωμα του Ιερού Ναού του Αγίου Νικολάου, το οποίο εκτίθεται στο Δημαρχείο, και ενημερώθηκαν για την πρόοδο του έργου.

Ο Δήμαρχος Αλικαρνασσού εξέφρασε τις θερμές ευχαριστίες του προς τον Οικουμενικό Πατριάρχη κ.κ. Βαρθολομαίο για την επίσκεψή του, καθώς και για το ιδιαίτερο ενδιαφέρον που επιδεικνύει διαχρονικά για την Αλικαρνασσό και την ανάδειξη της ιστορίας της.

Τρίτη 25 Αυγούστου 2026

Μονή Σινά Η μπλόφα …Κακοστημένη για να πετύχει !

 










Η μπλόφα …Κακοστημένη για να πετύχει ! 

Γράφει ο κ. Μάρκος Μπόλαρης πρώην Υφυπουργός Εξωτερικών αρμόδιος για την Εκκλησιαστική, Πολιτιστική και Περιβαλλοντική διπλωματία, και τις Προξενικές Αρχές, 

Α ! Οι πληρωμένοι κονδυλοφόροι …

Τώρα μας λένε ότι τάχα η εκδίκαση της υποθέσεως της Μονής Σινά, που ουδέποτε είχε προσδιοριστεί 

στο Ανώτατο Ακυρωτικό δικαστήριο της Αιγύπτου (το αντίστοιχο του Αρείου Πάγου) στην δικάσιμο της 23ης Αυγούστου 2026, ναί, ορθώς διαβάζετε , ουδέποτε είχε προσδιοριστεί δικάσιμος για την αντιδικία του Αιγυπτιακού Δημοσίου με την παλαίφατη Μονή Αγίας Αικατερίνης Σινά,τώρα , τα μίσθαρνα παπαγαλάκια μας λένε, ξεδιάντροπα,ότι δήθεν αναβλήθηκε ! 

Όπως , διαπιστώνετε και σείς, εν Ελλάδι η αρθρογραφία για την υπόθεση της Μονής Σινά είναι κατευθυνόμενη από το καθεστώς,κι επιχειρεί να παραπληροφορήσει τους Έλληνεςπολίτες , δημιουργώντας προπέτασμα καπνούαναληθείας και ψεύδους !

Λοιπόν , τους προηγούμενους μήνες και εβδομάδες οι ανάξιοι να λέγονται δημοσιογράφοι, αρθρογραφούσαν διαδίδοντας ψευδώς ,ότι τάχα επίκειται η εκδίκασητων αναιρέσεων στον Άρειο Πάγο της Αιγύπτου ,κι αμάν, κινδυνεύουμε , αλλοίμονο, να χάσουμε ! Ένα ανάξιο σχολιασμού άθλιο παιγνίδι ,ήταν όλο αυτό ,μεθοδευμένο από τα εν Καίρω και Αθήναις καθεστώτα ένα βρώμικο παιγνίδι που στόχευε στην κορύφωση του εκβιασμού που ασκείται προς τους Σιναίτες για να υπογράψουν συμφωνητικό παράδοσης της Ιουστινιάνειας αρχαίας Μονής Σινά οικεία, τάχατες , βουλήσει !Αποδείχτηκε βεβαίως ότι δεν υπήρξε ποτέ δικάσιμος , προς το παρόν, στο Ανώτατο Ακυρωτικό Δικαστήριο στο Κάιρο !Και σήμερα , οι ίδιοι κύκλοι παραπληροφορούν πως τάχα αναβλήθηκε η υπόθεση , προαναγγέλοντας στην ουσία ένα νέο κύκλο εκβιασμών προς τον Αρχιεπίσκοπο και τους Σιναίτες Πατέρες !Στο σημείο αυτό, όσοι έχετε την υπομονή , θα μου επιτρέψετε να ειπώ με τρείς σταράτες προτάσεις για ποιό λόγο :

α. οι Αιγύπτιοι δεν προσδοκούν τίποτε απολύτως από τις αποφάσεις των δικαστηρίων τους 

β. τα δικαστήρια που έχουν διεξαχθεί δεν είχαν αντίδικο , νομίμως εκπροσωπουμένη , την κυρίαρχη Μονή της Αγίας Αικατερίνης Σινά

γ. η εκδίκαση της υπόθεσης έχει εισαχθεί σε λάθος διαδικασία και σε αναρμόδια δικαστήρια , δηλαδή, έχει εισαχθεί στα πολιτικά δικαστήρια ενώ αρμόδια είναι τα διοικητικά δικαστήρια της Αιγύπτου

δ. οι αποφάσεις που έχουν εκδοθεί είναι άκυρες κι ανυπόστατες αφού δεν έχει νομίμως κληθεί ούτε έχει νομίμως παρασταθεί η αντίδικος Ιερά Μονή Σινά 

ε. οι αποφάσεις που έχουν εκδοθεί είναι απολύτως άκυρες,  αφού βρίσκονται σε πλήρη αντίθεση με το Αιγυπτιακό Δίκαιο καθώς η Αίγυπτος ως κράτος είναι :

1. μέλος του ΟΗΕ και οι αποφάσεις προσβάλλουν την Διακήρυξη Ανθρωπίνων Δικαιωμάτων του ΟΗΕ, ιδιαίτερα τις θρησκευτικές ελευθερίες και τα δικαιώματα τα ιδιοκτησιακά , καθώς και τα δικαιώματα των αρχαίων θρησκευτικών μειονοτήτων 

2. μέλος της ΟΥΝΕΣΚΟ και οι αποφάσεις αντιστρατεύονται τις δεσμεύσεις της Αιγύπτου για την ανακήρυξη και προστασία της Μονής Σινά ως μνημείου του Πολιτισμού της Ανθρωπότητος, ιδιαίτερα μάλιστα επειδή η Αίγυπτος στον φάκελλο που έχει υποβάλλει στον Οργανισμό το 2002 ρητά και κατηγορηματικά αναγνωρίζει το ιδιοκτησιακό καθεστώς της Μονής Σινά και των εξαρτημάτων και Μετοχίων της 

3. δεσμεύεται από το αρχαίο status quo των Αγίων Τόπων , ήτοι από την διατήρηση του έκπαλαι καθεστώτος το οποίο σεβάστηκαν όλοι οι επικυρίαρχοι του τόπου στους τελευταίου 16 αιώνες , το οποίο Status quo  αποτελεί τμήμα του Διεθνούς Δικαίου δεσμευτικό για τις χώρες όπου οι Άγιοι Τόποι και οφείλει η Αίγυπτος να το σέβεται , όπως πράττουν το Ισραήλ, η Ιορδανία και η Παλαιστινιακή Αρχή, 

4. δεσμεύεται από τον Αχτιναμέ του Προφήτη του Ισλάμ Μωάμεθ που έχει εκδοθεί για την προστασία της Μονής του Σινά και της ενασκουμένης εν αυτή Αδελφότητος ορθοδόξων μοναχών , 

ο οποίος Αχτιναμές αφ’ ενός αποτελεί τμήμα της Σαρία των Μουσουλμάνων και ως τέτοιος ήταν σεβαστός από τα Αραβικά Χαλιφάτα, τους Μαμελούκους Τούρκους και τους Οθωμανούς Σουλτάνους και αφ’ ετέρου χρησιμοποιήθηκε ως αιτιολογική βάση για την έκδοση των Σουλτανικών φιρμανίων και ούτως έχει καταστεί  τμήμα του διοικητικού δικαίου της Οθωμανικής Αυτοκρατορίας, άρα του status quo των Αγίων Τόπων , εν οίς και η Μονή Σινά !

Είναι ιδιαίτερα σημαντικό το γεγονός ότι καθώς διεθνοποιείται το ζήτημα της ανιστόρητης και πολλαπλώς παράνομης αξίωσης του Αιγυπτιακού στρατιωτικού καθεστώτος για αρπαγή της Μονής Σινά από τα χέρια της Σιναιτικής  Αδελφότητος,με εκβιασμούς για να υπογράψει συμφωνητικό οικειοθελούς παράδοσης της κυριαρχίας ,μιάς Αδελφότητας ασκητικής - μοναστικής που ασκεί αδιάκοπη επί δεκαέξι αιώνες λειτουργία και αδιαμφισβήτητη κυριαρχία, τόσον στο Μοναστηριακό συγκρότημα του Ιουστινιανού όσον και στα εξαρτήματα και μετόχια αυτής, όσον η υπόθεση φέρεται σε γνώση της διεθνούς κοινής γνώμης, των κυβερνήσεων, των εκκλησιών και θρησκευμάτων, των ακαδημαϊκών ιδρυμάτων, των μή κυβερνητικών οργανώσεων, του διεθνούς τύπου τόσον γίνεται ολοφάνερη η παντελώς αντίθετη στο Διεθνές Δίκαιο επιχείρηση της στρατιωτικής ζουπώντας της Αιγύπτου να μετατρέψει την παλαίφατη Μονή Αγίας Αικατερίνης στο Θεοβάδιστο όρος Σινά σε μουσείο της Αιγυπτιακής Αρχαιολογικής Υπηρεσίας !

Περαιώνοντας για το μέγεθος της έκθεσης της Αιγύπτου στην διεθνή κοινή γνώμη κι όχι μόνον υπογραμμίζω όιη κυβέρνηση Σίσι , μαζί με άλλες μουσουλμανικές χώρες , εξέδωσε ανακοίνωση διαμαρτυρίας και καταγγελίας του Ισραήλ επειδή την κρίσιμη εποχή του πολέμου με το Ιράν ,όταν οι ιρανικοί πύραυλοι στόχευαν το Ισραήλ, είχε διαταχτεί προσωρινά το κλείσιμο του τεμένους Αλ Ακτσά στην Ιερουσαλήμ και του Πανίερου Ναού της του Χριστού Αναστάσεως !Η Αίγυπτος λοιπόν εξανίσταται και καταγγέλει το προσωρινό κλείσιμο ενός μουσουλμανικού τεμένους και την ίδια στιγμή, αδιάντροπα, εκβιάζει για το κλείσιμο του αρχαιοτέρου ζώντος θεσμού στην επικράτειας της της γεραράς Μονής Σινά και την μετατροπή της σε άψυχο μουσείο !Τούτο πιά ξεπερνάει τα όρια των ανοχών του Διεθνούς Δικαίου και της Διεθνούς κοινής Γνώμης !


 





Ακολουθία Ανακομιδής των Τιμίων Λειψάνων του εν Αγίοις Πατρός ημών Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού

   Ακολουθία Ανακομιδής των Τιμίων Λειψάνων του εν Αγίοις Πατρός ημών Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού Ποίημα Οσίου Γερασίμο...