ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ποίημα Μοναχού Γερασίμου Μικραγιαννανίτου
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Χορὸς ἀγγελικός.
Χοροὶ τῶν μοναστῶν, τὴν ἁγίαν σου μνήμην, συνῆλθον εὐλαβῶς ἑορτάσαι προθύμως, Νικόδημε ὅσιε, εὐσεβείας διδάσκαλε· οὓς εὐλόγησον ἐπισκοπῇ σου ἀΰλῳ, μετὰ πίστεως προσπτυσσομένους, θεόφρον, τὴν ἐπίτιμον κάραν σου.
Δόξα. Ὅμοιον.
Σοφίας θεϊκῆς, ἐλλαμφθεὶς ταῖς ἀκτῖσι, ῥημάτων ἱερῶν, θησαυρὸν ἐξηρεύξω, Νικόδημε Ὅσιε, εὐσεβείας διδάσκαλε, δι’ ὧν πάντοτε ἡμᾶς παιδεύεις, Παμμάκαρ, πρὸς ἀνάβασιν τῆς ἐν Χριστῷ κεκρυμμένης, ζωῆς καὶ λαμπρότητος.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τῆς δόξης σου Ἁγνή, τὰ πολλὰ μεγαλεῖα, ὕμνων δαβιτικῶς, ἐν ᾠδαῖς ἠδυφθόγγοις, Νικόδημος ὁ ὅσιος, ἀνεβόα τὸ χαῖρέ σοι, Ἀπειρόγαμε, εὐλογημένη Μαρία, κόσμου γέφυρα, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Ἄθω ἀντίληψις.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Λειμὼν εὐωδέστατος τῶν θεοπνεύστων Γραφῶν, ἐδείχθης Νικόδημε τῇ καθαρᾷ σου ζωῇ καὶ μύστης θεόληπτος· τούτων γὰρ τῇ μελέτῃ ἐντρυφῶν καθ’ ἑκάστην, γνώσεως οὐρανίου τὴν ὀσμὴν ἐκομίσω, δι’ἧς Πάτερ εὐφραίνεις τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ὅμοιον.
Ὁσίως ἐβίωσας καὶ ἐναρέτως, Σοφέ, καὶ πάντας ἐξέπληξας ἐν τῇ σοφίᾳ τῇ σῇ, Νικόδημε ὅσιε· εὔφρανας Ὀρθοδόξων, τοὺς χοροὺς τῷ σῷ λόγῳ, ἔλυσας κακοδόξων τάς μωρὰς σοφιστείας· διό σου τὴν ἐτήσιον μνήμην γεραίρομεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως συνέλαβες τὸν Ποιητὴν τοῦ παντός, ἀφθόρως δὲ τέτοκας ἐκ τῶν αἱμάτων τῶν Σῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅθεν Σε σωτηρίας, ἀπαρχὴν κεκτημένοι, ὑμνοῦμέν Σε Θεοτὸκε, ὡς ἡμῶν προστασίαν· καὶ πίστει μεγαλύνομεν τὴν δόξαν Σου, Ἄχραντε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν θείαν πεπλουτηκώς, πάσης γνώσεως πλοῦτον πνευματικόν ἠρεύξω, μακάριε, ἐκ θησαυροῦ τῆς καρδίας σου· καὶ τροφοδότης ὤφθης τῷ λόγῳ τῆς χάριτος, τῶν εὐσεβῶν ἐκτρέφων ψυχὴν καὶ διάνοιαν· ὅθεν καὶ τὰ ἤθη τῶν ἀνθρώπων ῥυθμίζων, τοῖς πᾶσιν ὑπέδειξας σωτηρίας τὴν ἔλλαμψιν, θεοφόρε Νικόδημε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σωματώσασα, Κόρη, δίχα τροπῆς, ἐξ ἁγνῶν Σου αἱμάτων ὑπερφυῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, διὰ σπλάγχνα χρηστότητος, ἡμᾶς πρὸς ἀρχαίαν ζωὴν ἐπανήγαγες, νεκρώσασα τὸν ὄφιν τῷ τόκῳ Σου, Ἄχραντε. Ὅθεν εὐγνωμόνως εὐχαρίστους ᾠδάς Σοι, ἀεὶ ἐξυφαίνομεν τὴν Σὴν χάριν δεχόμενοι, Θεοτόκε, βοῶντές Σοι. Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πόθῳ τῇ σκέπῃ Σου Δέσποινα.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου καὶ τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ό Ν' (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχος. Ἐλέησόν με ὁ Θεός...
Ἰδιόμελον. Ἦχος πλ. β'.
Ὁ τῆς Ἐκκλησίας νεοφανὴς ἑωσφόρος καὶ τῶν μοναστῶν θεοειδὴς διδάσκαλος, Νικόδημος ὁ θεόληπτος, τὸν τῆς ἀρετῆς κάλλιστον τελέσας δρόμον, πρὸς οὐρανίους σκηνὰς ἀνίπταται· τοὺς δὲ τὴν σεπτὴν αὐτοῦ μνήμην ἐορτάζοντας, ταῖς πατρικαῖς εὐλογίαις ἀμοίβεται καὶ πᾶσιν αἰτεῖται τὸ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες. Τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς' καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η'.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Χαίροις τῆς χαρᾶς ἡμῶν αἰτία Κόρη. Γερασίμου.
ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμός.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. (Δίς).
Χαρίτων θησαύρισμα καὶ ἀνεξάντλητον πέλαγος, ὑπάρχουσα Δέσποινα, ῥανίδα γνώσεως κἀμοὶ ὄμβρησον, ἵνα σὺν τῷ Ἀγγέλῳ, τὸ χαῖρε βοήσω Σοι, ᾀσμάτων σάλπιγγι.
Ἀρᾶς ἡ καθαίρεσις, χαῖρε Θεόνυμφε Δέσποινα, τοῦ κόσμου ἡ λύτρωσις, χαῖρε Πανάμωμε, ἡ πηγάσασα ζωὴν τὴν αἰωνίαν καὶ ᾅδην νεκρώσασα, χαῖρε, τῷ τόκῳ Σου.
Ἰσχύος ἀνάκτορον τῆς Πατρικῆς, χαῖρε Ἄχραντε, παστὰς ἡ ἀμόλυντος, χαῖρε, τοῦ Κτίσαντος, ὁ ὑπέρλαμπρος νυμφὼν, χαῖρε, τῆς δόξης, τῆς θείας σαρκώσεως τὸ ἐργαστήριον.
Ῥάβδος ἡ ἀνθήσασα τὸν φυτουργὸν πάσης κτίσεως, χαῖρε Ἀπειρόγαμε, χαῖρε ἡ ἄμπελος ἡ βλαστήσασα τὸν βότρυν τὸν ὠραῖον, τὸν οἶνον βλυστάνοντα τῆς ἐπιγνώσεως.
Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς: Τὸν Ἱερὸν Νικόδημον μέλπω. Γερασίμου.
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Τριὰς ὁμοούσιε, Πάτερ, Υἱὲ, Πνεῦμα ἅγιον, σοφίαν παράσχου μοι ἵνα ὑμνήσω φαιδρῶς, τὸν ἐν λόγοις καὶ δόγμασι καὶ ἔργοις, δοξάσαντα Κύριε, θεῖον Νικόδημον.
Ὁ νοῦς ὁ οὐράνιος, ἡ μυροθήκη τοῦ Πνεύματος, ὁ θεῖος Νικόδημος πάντας καλεῖται ἡμᾶς, τὴν ἐτήσιον αὐτοῦ τελέσαι μνήμην· συνδράμωμεν ἅπαντες τοῦτον γεραίροντες.
Νεκρώσας τὸ φρόνημα τὸ τῆς σαρκός σου, Νικόδημε, τὸ χεῖρον ὑπέταξας, Πάτερ, τῷ κρείττονι, δι’ἀσκήσεως φιλοσοφίας θείας καὶ ὤφθης τῆς χάριτος σκεῦος πολύτιμον.
Θεοτοκίον.
Ἰσχὺν καὶ κραταίωμα καὶ φωτισμὸν τὴν Σὴν εὔνοιαν, ὁ θεῖος Νικόδημος πλουτήσας Δέσποινα, ἐνθεώτατος καὶ ὅλος θεοφόρος, ἐσχάτοις ἐν ἔτεσι ὤφθη ἐν Ἄθωνι.
Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς: Τὴν Νικοδήμου ἄγαμαι χάριν. Γερασίμου.
Ὠδή α’. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Τῇ σῇ ἐλλάμψει φωτοδότα τὸν νοῦν μου φώτισον καὶ λόγον μοι δίδου, Λόγε, ἐν τοῖς χείλεσι, ὡς ἂν ὕμνον ἐπάξιον, Νικοδὴμῳ τῷ θείῳ καὶ θαυμαστῷ Σου θεράποντι, μέλψω ἐν εὐσήμῳ θεράποντι.
Ἡ καθαρά σου πολιτεία, Ὅσιε, φωτός σε σκήνωμα ἔδειξεν ἐν Ἄθῳ καὶ στῦλον ὁλόφωτον καὶ λύχνον φαεινότατον, δᾳδουχοῦντα ἐν κόσμῳ, ἀθανασίας διδάγματα, πάτερ θεορρῆμον Νικόδημε.
Νόμου τοῦ θείου ἀναπτύσσων, Ὅσιε, λόγον τὸν ἔνθεον, θεολήπτῳ γλώσσῃ, νοημάτων πέλαγος καὶ πλοῦτον θείας γνώσεως, ἐν ποικίλῃ σοφίᾳ, τῇ Ἐκκλησίᾳ ἐπώμβρησας, Πάτερ, ὥσπερ μάννα οὐράνιον.
Θεοτοκίον.
Ναμάτων θείων ψυχοτρόφων, Δέσποινα, πηγὴ ἀκένωτε, βλύσον τῇ ψυχῇ μου ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν τὴν αἰώνιον, ὡς ἄν σβέσω Παρθένε, τῆς ἁμαρτίας τοὺς ἄνθρακας καὶ πλησθῶ ἀΰλου ἐλλάμψεως.
Καταβασία: Ἀνοίξω τὸ στόμα μου.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.
Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον (δὶς).
Ὄρος τὸ κατάσκιον καὶ θεῖον, ἐξ οὗ ἐπεδήμησεν ἡμῖν, ὁ Βασιλεὺς τῆς κτίσεως καὶ τὸν Ἀδὰμ ἀνεύρατο, ἐν ἀπωλείας ὄρεσι, χαῖρε ἁγνὴ Μητροπάρθενε.
Ἰάσεων χαῖρε τοῖς ἀνθρώποις, ὀμβρίζουσα δρόμον δαψιλῶς, χαῖρε πηγὴ ἀκένωτε, ἐξ ἧς ἡμῖν ἀνέβλυσε, τὸ ὕδωρ τὸ ἁλλόμενον, εἰς σωτηρίαν αἰώνιον.
Στάμνος ἡ χρυσῆ χαῖρε Παρθένε, ἡ κόσμῳ τὸν ἄρτον τῆς ζωῆς, ὡς μάννα ἐπουράνιον, ἀσπόρως γεωργήσασα, χαῖρε λυχνία πάμφωτε, τοῦ Πατρικοῦ ἀπαυγάσματος.
Τὴν πλάκα τῆς νέας διαθήκης, ἐν ᾗ ὁ Δεσπότης τοῦ παντός, ἐγράφη σωματούμενος, ὑμνήσωμεν κραυγάζοντες· χαῖρε τοῦ νόμου πλήρωμα καὶ Προφητῶν περιήχημα.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἐπλήσθης φωτὸς ἐπουρανίου, καθάρας Νικόδημε τὸν νοῦν καὶ ὡς φωστὴρ πολύφωτος, ἐν τοῖς ἐσχάτοις ἔτεσι, τῇ Ἐκκλησίᾳ ἔλαμψας, εἰς εὐσεβῶν περιποίησιν.
Ῥημάτων τῶν θείων σου ἡ χάρις, εἰς πᾶσαν ἐξελαμψεν τὴν γῆν, ὡς ἀστραπὴ οὐράνιος, ἤθη ψυχῶν καθαίρουσα καὶ πρὸς τὸ φῶς ἰθύνουσα, τῶν ἐνταλμάτων τοῦ Κτίσαντος.
Ὁ λύχνος τῆς θείας ἐπιπνοίας, ἡ σάλπιγξ ἡ εὔσημος Θεοῦ, ἡ γλῶσσα ἡ θεόφθογγος, ὑμνείσθω θείοις ᾄσμασιν, ἀξιοχρέως σήμερον, ὁ θεηγόρος Νικόδημος.
Θεοτοκίον.
Ναὸς φωτοφόρος καὶ καθέδρα πυρίμορφος ὤφθης τοῦ Θεοῦ, εὐλογημένη Δέσποινα, τοῦτον σαρκὶ κυήσασα· διὸ κἀμὲ καταύγασον, τῇ ἀγλαΐᾳ τῆς δόξης σου.
Δεύτερος. Ὁ στερεώσας κατ' ἀρχάς.
Ἰλύος πάσης ἐμπαθοῦς, ψυχὴν καὶ σῶμα καθάρας, τῇ συντὸνῳ ἐγκρατείᾳ, θεόφρον, ἀπαθείας γεωργεῖς, Νικόδημε, τὰς χάριτας· καὶ πρὸς τὴν κτῆσιν τούτων, πάντας προτρέπεις τῷ λόγῳ σου.
Κεκοσμημένος ἀρεταῖς, μυσταγωγὸς θεοφόρος, τῆς ζωῆς τῆς ἐν Χριστῷ κεκρυμμένης, ἀναδέδειξαι ἡμῖν, Νικόδημε μακάριε, πρὸς θείας ἀναβάσεις, μυσταγωγῶν τάς ψυχὰς ἡμῶν.
Ὁ νοῦς σου, Πάτερ, ἐλλαμφθείς, τοῦ Παρακλήτου τῇ αἴγλῃ, ἡ δὲ χείρ σου ὑπ’ αὐτοῦ κινουμένη, διετύπωσεν ἡμῖν οὐράνια διδάγματα, ἐν τεύχεσιν ἁγίοις καὶ πλείσταις βίβλοις Νικόδημε.
Δεδοξασμένη Μαριάμ, παντοβασίλισσα Κόρη, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν φθαρεῖσάν μου ψυχήν, τοῖς πάθεσιν ἰάτρευσον καὶ δὶδου μοι ὁρῶσαι, ἐπιστροφὴν τὴν σωτήριον.
Καταβασία: Τοὺς σοὺς ὑμνολόγους.
Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὸ θεόπνευστον στόμα τοῦ θείου Πνεύματος, ἡ παναρμόνιος λύρα τῶν οὐρανίων ᾠδῶν, τῶν ἐν Ἄθῳ μοναστῶν τὸ ἐγκαλλώπισμα, ὁ θεοφόρος γραμματεύς, τῆς σοφίας τοῦ Θεοῦ, Νικόδημος ὁ θεόφρων, χαρμονικῶς ἐπαινείσθω, ὡς Χριστοῦ θεράπων γνήσιος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε, κόσμου βοήθεια, ἐν καιρῷ τῆς ἀνάγκης βοήθει πάντοτε, τοῖς προστρέχουσι θερμῶς τῇ προστασίᾳ Σου καὶ τὴν παροῦσαν Σου, Ἁγνή, κληρουχίαν τὴν σεπτήν, διάσῳζε πάσης βλάβης, ὅτι τῇ Σῇ ἀντιλήψει, διὰ παντὸς προστρέχει Δέσποινα.
ᾨδὴ δ'. Ὁ Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας, δόξα Χριστὲ τῇ δυνάμει σου. (Δίς).
Ἡ λαμπὰς ἡ φωτοφόρος, ἡ τὸ ἀπρόσιτον τοῖς ἐσκοτισμένοις ἐν μορφῇ βροτείᾳ ἀστράψασα, χαῖρε Παρθένε, ὁ ὄρθρος ὁ ἀνέσπερος, ἡ λάμψασα δικαιοσύνης τὸν ἥλιον.
Σωτηρίας ὤφθης πύλη, τοῖς τὸ χαῖρε κραυγάζουσι· χαῖρε μυροθήκη ἡ Χριστὸν τόν Λόγον κυήσασα, ἀφθαρσίας δωρούμενον τὴν εὔπνοιαν τοῖς τὸν θάνατον, παρακοῇ γεωργήσασι.
Χαρισμάτων οὐρανίων, χαῖρε πλοῦτος ζωήρρυτος, χαῖρε πρυτανεῖον τῆς θεαρχικῆς ἀγαθότητος, τῆς θεϊκῆς εὐδοκίας χαῖρε θάλαμε, Ἀπειρόγαμε, δι’ ἧς φθορὰ ἐξηφάνισται.
Ἀνατεῖλαν ἐκ γαστρός σου, Πατρὸς τὸ ἀπαύγασμα, τῆς ἀθανασίας θείαν σε νεφέλην ἀνέδειξεν, ἐπισκιάζουσαν, Κόρη, τοὺς βοῶντάς Σοι· χαῖρε σκήνωμα, τοῦ Βασιλέως τῆς κτίσεως.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Νόμου θείου τῇ μελέτῃ καὶ λογίων τοῦ Πνεύματος, νουνεχῶς σχολάσας, νυκτὸς καὶ ἡμέρας Νικόδημε, ξύλον ὡράθης παρ’ ὕδατα κατάκαρπον, θείας χάριτος, καρποφοροῦν γνῶσιν κρείττονα.
Ἱλαρὸς, Πάτερ, τοῖς τρόποις καὶ τῇ ὄψει μειλίχιος καὶ ἡδὺς τῷ λόγῳ καὶ τῇ παραινέσει θεόσοφος, τοῖς ἐρχομένοις πρὸς σὲ ἐφαίνου, Ἅγιε, νέμων ἅπασι σωτηριώδη διδάγματα.
Καταπλήττει τὰς ἐννοίας τῶν πιστῶν, πάτερ Ὅσιε, τὸ ὕψος, βάθος, καὶ μῆκος καὶ πλάτος Νικόδημε, τοῦ θησαυροῦ τῆς σοφίας σου τῆς χάριτος· ὅτι πέλαγος, παντοδαποῦς ὤφθης γνώσεως.
Θεοτοκίον.
Οὐρανὸς ἐν γῇ ἐφάνης, οὐρανῶν ὑψηλότερος, Κόρη Παναγία, ἐν χερσὶ κρατοῦσα ὡς νήπιον, τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς δι' ἔλεος, πρὸς οὐράνιον ἡμᾶς ὑψοῦντα πολίτευμα.
Δεύτερος. Σύ μου ἰσχύς.
Ἡ μελουργός καὶ λιγυρὰ καὶ θεόφθογγος, τῆς σῆς γλώσσης κιθάρα, Νικόδημε, ἐμπνεομένη ὑπὸ Θεοῦ, ὕμνησεν Ὁσίων τὰ εὐκλεῆ κατορθώματα, ἐν φθόγγοις ἠδυτάτοις καὶ ᾠδαῖς ἁρμονίοις, εὐσεβῶν τάς καρδίας εὐφραίνουσα.
Μάννα ζωῆς, μέλι ἐκ πέτρας θεόβρυτον, δρόσος θεία, ἐξ ἁγίου Πνεύματος, κατερχομένη ἐπὶ τῆς γῆς, πέλει ὁ σὸς λόγος, οὐρανομύστα Νικόδημε, ἐκτρέφων καὶ εὐφραίνων καὶ δροσίζων καρδίας, τῶν πιστῶς ἐγκυπτόντων ταῖς βίβλοις σου.
Ὁ γλυκασμός τῆς θείας χάριτος, Ὅσιε, τῇ ἀμέμπτῳ ἐκχυθεὶς καρδίᾳ σου, διὰ χειλέων σου τῶν σεπτῶν, τείχεσιν ἁγίοις ἐθησαυρίσθη, Νικόδημε, καὶ ἅπαντας γλυκαίνει καὶ ἡδύνει καὶ τέρπει, τοὺς πιστῶς μελετῶντας τάς βίβλους σου.
Ὑπὲρ ἡμῶν, διὰ παντὸς καθικέτευε, Θεοτόκε, μόνη Ἀειπάρθενε, τὸν προελθόντα ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, Κόρη, κατοικτειρῆσαι οὓς ἔπλασε καὶ δοῦναι ἡμῖν πᾶσι, τῶν πταισμάτων τὴν λύσιν καὶ φωτὸς αἰωνίου τὴν μέθεξιν.
Καταβασία: Τὴν ἀνεξιχνίαστον.
ᾨδὴ ε'. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ Σου· σὺ γὰρ, Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι Σε, σωτηρίαν βραβεύοντα. (Δίς).
Ῥυσθέντες τῷ τόκῳ Σου τῆς πάλαι ἀποφάσεως, χαῖρε χαρμοσύνως Σοι βοῶμεν, χαῖρε Παρθένε ἡ καταλλάξασα, τῷ Παμβασιλεῖ ἡμῶν Θεῷ, τοὺς καθυποκύψαντας δι’ ἀπάτης τῷ δράκοντι.
Ἀνθήσασα, Πάναγνε, λειμὼν ὡς θεοφύτευτος, ἄνθος τὸ ὡραῖον καὶ εὐῶδες, τὸν ὡραΐσαντα τὴν γῆν ἄνθεσιν, ἔπλησας ὀσμῆς τῆς θεϊκῆς, τοὺς ἀναβοῶντάς Σοι, χαῖρε θεῖον ὀσφράδιον.
Σιὼν πολυώνυμος, χαῖρε Παρθένε Δέσποινα, πόλις τοῦ μεγάλου Βασιλέως, περὶ ἧς ξένα σαφῶς λελάληνται· χαῖρε ἡ ἀνοίξασα ἡμῖν, πύλην τὴν οὐράνιον καὶ τρυφὴν τὴν ἀκήρατον.
Ἡ βάτος ἡ ἄφλεκτος, χαῖρε Παρθένε ἄχραντε, χαῖρε ἡ νεκρώσασα τὸν Ἅδην, ὡς τετοκυῖα τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν διὰ θανάτου καὶ παθῶν, πᾶσι τὴν ἀπάθειαν καὶ ζωὴν ἀναβλύσαντα.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Διδάγματα ἔνθεα ἀνέβλυσας Νικόδημε, οἷα ποταμὸς Θεοῦ τοῦ ζῶντος καὶ ὡς χειμάρρους τρυφῆς εὐφραίνεις ἀεί, ῥεύμασι τῶν λόγων σου σοφέ, Ἐκκλησίαν ἅπασαν, τοῦ Χριστοῦ τὴν Ὀρθόδοξον.
Ἡσύχως ἐβίωσας στοιχειωθεὶς, Νικόδημε, νήψει τοῦ νοὸς καὶ ἐγκρατείᾳ καὶ τῇ μελέτῃ τῶν θεοπνεύστων Γραφῶν· καὶ ἀνεπτερώθης νοερῶς, πρὸς τὰς ὑπὲρ ἔννοιαν, ἐπιλάμψεις τοῦ Πνεύματος.
Μαρτύρων ἀνύμνησας τοὺς ἄθλους καὶ τὰ σκάμματα καὶ τάς τῶν Ὁσίων ἀριστείας, ὧν καὶ τοῖς ἴχνεσιν ἠκολούθησας, βίῳ ἐπὶ γῆς ἀγγελικῷ καὶ σὺν τούτοις Ὅσιε, ἐπαξίως δεδόξασαι.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα Θεοῦ τοῦ Παντοκράτορος, κεχαριτωμένη Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον καὶ ταύτην δοχεῖον καθαρόν, τοῦ ἐκ Σοῦ ἐκλάμψαντος, Θεομῆτορ ἀνάδειξον.
Δεύτερος. Ἵνα τί με ἀπώσω;
Ἀρετῶν ἐπιδόσεις καὶ πνευματικῶν ἀγώνων γυμνάσματα καὶ μελέτας θείας, προσφυῶς διαγράφεις, Νικόδημε, ἐν ἁγίῳ βίβλῳ ᾗ καταλλήλως ἐκ τῶν ἔργων, τὴν φερώνυμον κλῆσιν ἐπέθηκας.
Γεωργίᾳ τοῦ λόγου, τῶν παθῶν ἐκτέμνεις τὰς ῥίζας, Νικόδημε, καὶ τὸν σπόρον, Πάτερ, ἐντολῶν τοῦ Θεοῦ τὸν σωτήριον, ἐν ψυχῶν ἀρούραις καλλιεργεῖς μετὰ σοφίας, ὡς θεράπων Θεοῦ ἐνθεώτατος.
Ἀοράτου πολέμου πρὸς τάς ἐξουσίας τοῦ σκότους, Νικόδημε, πᾶσιν ἀναπτύσσεις, ὡς ἐν τούτῳ νικήσας τὴν μέθοδον καὶ ἡμᾶς ἀλείφεις, κατὰ παθῶν τε καὶ δαιμόνων, πρακτικαῖς ὑποθήκαις, θεόπνευστε.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τὸν Θεὸν Λόγον ἀφράστως κυήσασα, ταύτην Σου τὴν ποίμνην, τὸ περίβλεπτον Ὄρος τοῦ Ἀθωνος, φύλαττε καὶ σκέπε, πάσης ἀνάγκης τε καὶ βλάβης, ὡς ὑπέσχου τῇ Σῇ ἀγαθότητι.
Καταβασία: Ἐξέστη τὰ σύμπαντα.
ᾨδὴ ς'. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. (Δίς).
Μύρον οὐράνιον τέξασα, πληρῶσαν εὐωδίας τὴν σύμπασαν, χαῖρε Ἀκήρατε, ἡ μυροθήκη τῆς χάριτος· χαῖρε τῆς ἀφθαρσίας θεῖον ἀλάβαστρον.
Ὤφθης παλάτιον ἔμψυχον, Ἁγνὴ, καὶ κιβωτὸς ἁγιάσματος Παντοκράτορος· ὅθεν τὸ χαῖρέ Σοι ᾄδομεν, χαῖρε τῆς θείας δόξης ναὲ ὑπέρτιμε.
Ναμάτων χαῖρε τοῦ Πνεύματος πλήρης ποταμὸς καὶ κατάρρυτος, ἐξ οὗ ἀρδεύεται, τοῖς θεοβρύτοις ὁρμήμασιν, ἡ οἰκουμένη πᾶσα, χαῖρέ Σοι κράζουσα.
Ἀγγέλων χαῖρε εὐπρέπεια, θείων Προφητῶν περιήχημα, Ὁσίων στήριγμα, χαῖρε Μαρτύρων στεφάνωμα καὶ τῶν ἀπηλπισμένων τὸ καταφύγιον.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Νεοφανὴς ὤφθης ἥλιος, Χριστοῦ τῇ Ἐκκλησίᾳ, Νικόδημε, φωτίζων πάντοτε, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἀκτῖσι τῶν σῶν λόγων καὶ παραινέσεων.
Μέγας ἐδείχθης διδάσκαλος, ὡς πράξας καὶ διδάξας, Νικόδημε, τὸ θεῖον θέλημα· διὸ μεγάλων ἠξίωσαι τιμῶν παρὰ Κυρίου, τοῦ σὲ δοξάσαντος.
Ἐν ἀρεταῖς ἐνθεώτατος καὶ λόγῳ καὶ σοφίᾳ θεόσοφος, ἐν Ἄθῳ πέφηνας, τῶν μοναστῶν τὴν διάνοιαν, μυσταγωγῶν, θεόφρον, τὰ τελεώτατα.
Λυχνία χαῖρε ἑπτάφωτε, φωτὸς θεαρχικοῦ, Ἀειπάρθενε, ἡ καταυγάζουσα ταῖς μυστικαῖς ἐπιλάμψεσι, τοὺς εὐλαβῶς τὸ χαῖρε ἀναβοῶντάς Σοι.
Δεύτερος. Ἰλάσθητί μοι Σωτήρ.
Ἀμέμπτως σου τὴν ζωήν διατελέσας, Νικόδημε, ἐν ἡσυχίᾳ νοός καὶ θείαις καθάρσεσι, Γραφῶν ἐνδιαίτημα καὶ διδασκαλίας τῆς πατρῴας στόμα πέφηνας.
Ἰσχύϊ τῆς πρὸς Θεόν ἀγάπης, Πάτερ, ῥωννύμενος τὸ ἀσθενὲς τῆς σαρκός, τὴν ζωὴν ἠνάλωσας, Νικόδημε Ὅσιε, ὑπὲρ τοῦ πλησίον, ζωῆς γράφων τὰ διδάγματα.
Χυθέντων τῶν λογικῶν ῥευμάτων ἐκ τῶν χειλέων σου, Νικόδημε, κρουνηδόν, ἀεὶ καταρδεύονται ἡμῶν αἱ διάνοιαι, πρὸς καρποφορίαν ἐναρέτων, Πάτερ, πράξεων.
Θεοτοκίον.
Ἀγγέλων ἡ χαρμονή καὶ τῶν ἀνθρώπων βοήθεια, εὐλογημένη Ἁγνή, μόνη Ἀειπάρθενε, βοήθει ἑκάστοτε ἡμῖν ἐν ἀνάγκαις καὶ παντοίαις περιστάσεσι.
Καταβασία: Τὴν θείαν ταύτην.
Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Ὡς ἐναρέτου πολιτείας μύστην ἄριστον καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σε Ἐκκλησία. Οὐρανόθεν γὰρ τὸ χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τοὺς βοῶντάς σοι· χαίροις πάτερ Νικόδημε.
Ὁ Οἶκος
Ἄγγελος ἐν τοῖς τρόποις καὶ πολὺς ἐν τῇ γνώσει, Νικόδημε, ἐν Ἄθῳ ἐδείχθης· ἀγγελικὴν γὰρ ἔχων ζωήν, ἀγγελοπρεπεῖ φωνῇ διεσάφησας, τὰ ἐν Πατράσι κείμενα, δι’ ὧν φωτίζεις τοὺς βοῶντας·
Χαῖρε, τῆς Νάξου ἡ εὐκοσμία· χαῖρε, τοῦ Ἄθῳ ἡ δᾳδουχία.
Χαῖρε, τῶν πατρῴων δογμάτων ἀνάπτυξις· χαῖρε, τῶν ἁγίων ῥημάτων ἀνάλυσις.
Χαῖρε, ὕψος φρονήσεως καὶ σοφίας ποταμὸς· χαῖρε, βάθος θείας γνώσεως καὶ ἀγάπης θησαυρός.
Χαῖρε, ὅτι ἐδείχθης γραμματεὺς θεοφόρος· χαῖρε, ὅτι τυγχάνεις ἑρμηνεὺς θεηγόρος.
Χαῖρε, λαμπὰς ἠθῶν τῆς σεμνότητος· χαῖρε, πυρσὸς τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι' οὗ οἱ πιστοὶ βεβαιοῦνται· χαῖρε, δι' οὗ οἱ ἐχθροὶ ἐπτοοῦνται.
Χαίροις πάτερ Νικόδημε.
Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου, τοῦ σοφωτάτου τῆς Ἐκκλησίας διδασκάλου.
Στίχοι.
Νίκην ὦ Νικόδημε τῷ πιστῷ δήμῳ,
δίδωσιν ὁ λόγος σου, Πνεύματι θείῳ.
Νικόδημος δεκάτῃ γε τετάρτῃ ἱρὸς ἔνθεν ἤρθη.
Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς).
Ναμάτων Σε, κρουνὸν ἀφθονοπάροχον ἐπιγινώσκοντες, Σοὶ ἐκβοῶμεν πιστῶς· χαῖρε κρήνη πάγχρυσε, ἡ ἀναβλύζουσα τὸ ἀθάνατον ὕδωρ τε καὶ ἁλλόμενον, εἰς ζωὴν τὴν αἰωνίαν.
Τὴν πολύτιμον λαβίδα τὴν βαστάζουσαν ζωῆς τὸν ἄνθρακα, ἐν ταῖς ἀχράντοις χερσίν, ὑμνήσωμεν λέγοντες· χαῖρε Μητρόθεε, τὸ θεότευκτον χρυσοῦν θυμιατήριον, τῆς τοῦ Λόγου εὐωδίας.
Ἱστὸς ἄρρητος, χαῖρε ἐν ᾧ ἐξύφανε Λόγος ὁ ἄναρχος, ἄνευ βροτείας χειρός, Αὐτοῦ τῆς σαρκώσεως τὸ περιβόλαιον· χαῖρε Δέσποινα, ἡ τὸν Ἀδὰμ ἐνδύσασα, τὴν στολὴν τῆς ἀφθαρσίας.
Ἀγεώργητος ὡράθης, Κόρη, ἄρουρα καρποφορήσασα, τῶν ἀγαθῶν τὴν πηγήν, Χριστὸν τὸν τὴν λύτρωσιν πᾶσι βραβεύοντα, τοῖς βοῶσί Σοι· χαῖρε ἡ γῆ ἔνθεος, Ἰωὴλ ἧν προσημαίνει.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Πρὸς ἀνάβασιν βαθμῶν ἀνάγεις, Ὅσιε, βίου λαμπρότητος, κλίμακι λόγων τῶν σῶν, πανσόφως ἧν ἔπηξας, πάτερ Νικόδημε, τοὺς ἐκ πίστεως προστρέχοντας τῇ βίβλῳ σου, ἧν καλεῖς κλίμακα νέαν.
Ὡς πανεύοσμος λειμὼν τοῦ θείου Πνεύματος, πάτερ Νικόδημε, κῆπον χαρίτων ζωῆς, δικέλλῃ τῆς γλώσσης σου τῆς θεορρήμονος, τὴν θεόπνευστον βίβλον σου ἡμῖν ἔδειξας, ἧν καλεῖς κῆπον χαρίτων.
Γλῶσσαν ἔνθεον πεπλουτηκὼς, Νικόδημε, καὶ νοῦν θεόληπτον, ὑφηγητὴς ἱερός τοῦ λόγου τῆς πίστεως ἐσχάτοις ἔτεσιν ὤφθης, Ὅσιε, καὶ διεγείρεις ἅπαντας, πρὸς τὴν κτῆσιν τῶν κρειττόνων.
Θεοτοκίον.
Ἔνθους ᾔνεσεν, ὁ Ἱερὸς Νικόδημος τὰ μεγαλεῖά Σου, τὰ θαυμαστὰ ἀληθῶς, Παρθένε πανύμνητε, ὃν κατηγλάϊσας τῆς εὐνοίας Σου ταῖς μυστικαῖς ἐκφάνσεσιν, ὡς θεράποντά Σου θεῖον.
Δεύτερος. Θεοῦ συγκατάβασιν.
Ῥημάτων τῶν θείων σου τὸ κράτος, Πάτερ, καὶ τὴν λαμπρότητα καὶ τὴν ἄνωθεν χάριν, καὶ τὴν πλουσίαν ὄντως ἀνάβλυσιν, οὐδόλως ἴσχυον φέρειν Νικόδημε, δοκησισόφων χοροί· ὅθεν ἡττῶντο ἐν σοί.
Ἰλύος ἐκάθηρας πάσης προσύλου, πάτερ Νικόδημε, καὶ ψυχὴν καὶ τὸ σῶμα καὶ τάς αἰσθήσεις καὶ τὴν διάνοιαν· ὅθεν ἰθύνεις ἡμᾶς πρὸς τὴν κάθαρσιν καὶ φυλακὴν τοῦ νοός, διδασκαλίᾳ σοφῇ.
Νοὸς καθαρότητι καὶ διανοίας, Πάτερ, ὀξύτητι, τῶν ἁγίων Πατέρων τοὺς θεοφθόγγους λόγους ἐτράνωσας καὶ θησαυρὸν ψυχοτρόφον κατέλιπες, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τάς θείας βίβλους σου.
Θεοτοκίον.
Γαλήνην οὐράνιον καὶ εὐκατάνυκτον ἦθος δίδου μοι, Θεοτόκε Παρθένε, καὶ φῶς ψυχῆς μου τοῖς διαβήμασιν, ὡς ἂν τὰς τρίβους καλῶς τάς φερούσας με, ἐπὶ τὴν ἄνω ζωήν βαδίσω, Κόρη Ἁγνή.
Καταβασία: Οὐκ ἐλάτρευσαν.
ᾨδὴ η'. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (Δίς).
Κλίμαξ νοητὴ, Παρθένε, χαῖρε, δι’ ἧς ὁ παντέλειος κατῆλθέ μοι καὶ Ἀδὰμ τὸν ἔκπτωτον, πρὸς τὴν πρώτην εὔκλειαν θεοπρεπῶς ἀνύψωσεν ἀναβοῶντά Σοι· σκηνὴ φωτοφανὴς χαῖρε κόρη, τοῦ παραγαγόντος τὰ πάντα ἐκ μὴ ὄντων.
Ὅρμος ἀκλυδώνιστος ἐγένου, τοῦ κόσμου τὸν κυβερνήτην ἀποτέξασα· ὅθεν ἐκ κυμάτων με ἀπωλείας ἴθυνον, λιμένα πρὸς σωτήριον ἵνα κραυγάζω σοι· ἡ σκέπη καὶ ἀντίληψις χαῖρε, τῶν ὑμνολογούντων Παρθένε τὴν Σὴν δόξαν.
Ῥήσεσιν ἑπόμενοι ἐνθέοις, λυχνίαν καὶ τράπεζαν οὐράνιον, ἅρμα πολυώνυμον, κλίνην φωτεινόμορφον, πιστῶς Σε ὀνομάζομεν καὶ ἐκβοῶμέν Σοι· χαῖρε ἡμῶν ἡ αἰτία, χαῖρε τὴν ὀδύνην ἡ παύσασα τῆς Εὔας.
Ἡ μόνη πρὸ τόκου καὶ ἐν τόκῳ Παρθένος καὶ μετὰ τόκον διαμείνασα, ὡς σαρκὶ γεννήσασα τὸν ἀπερινόητον, ψυχῶν τὰ ἀρρωστήματα καὶ τῶν σωμάτων ἡμῶν, ἰάτρευσον τῇ θείᾳ Σου δόξῃ, ἵνα Σοι τὸ χαῖρε βοῶμεν εὐχαρίστως.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ῥύψιν ἐκ παθῶν τῆς ἁμαρτίας καὶ ἴασιν ταῖς πασχούσαις ψυχαῖς, Ἅγιε, ἀθυμίας λύτρωσιν καὶ βίου σεμνότητος, ἀκτῖνας νέμει πάντοτε ὁ θεῖος λόγος σου, λαμπόμενος φωτὶ οὐρανίῳ, τοῖς προσερχομένοις αὐτῷ μετ' εὐλαβείας.
Ἄκακος εὐθὺς καὶ πρᾷος ὤφθης, ἐν πάσῃ δικαιοσύνῃ σεμνυνόμε-νος, ὅσιε Νικόδημε, καὶ τῆς ὀσιότητος ἐκφαίνων τάς λαμπρότητας ἐν τῷ προσώπῳ σου, μειλίχιος ἐφαίνου τοῖς πᾶσιν, ὡς πεπληρωμένος ἐλλάμψεως τῆς θείας.
Στόματι πανσόφῳ σου τρανώσας, δογμάτων τῶν Ὀρθοδόξων τὴν ἀκρίβειαν, ὅσιε Νικόδημε, τοὺς ἀπὸ τῆς Δύσεως ἐλθόντας σοι κατέπληξας καὶ τούτους ἔδειξας, ἀφώνους ἀληθῶς ὡς ἰχθύας, τῷ χειμὰρρῳ, Πάτερ, θείων σου ῥημάτων.
Θεοτοκίον.
Ἴασαι ψυχήν μου τὴν νοσοῦσαν, τῷ πάθει τῆς ἁμαρτίας καὶ πυρέσσουσαν λογισμοῖς ἀλάστορσι καὶ βεβήλοις, Πάναγνε, καὶ μετανοίας αὔγασον φῶς τῇ καρδίᾳ μου· πρὸς Σὲ γὰρ καταφεύγω ὁ τάλας· μὴ οὖν ὑπερίδῃς τὴν δέησίν μου Κόρη.
Δεύτερος. Ἑπταπλασίως κάμινον.
Ἐπιφανῶς διέπρεψας ἐν τῷ Ἄθῳ, Νικόδημε, λόγῳ καὶ σοφίᾳ καὶ ζωῆς λαμπρότητι καὶ τύπος γεγένησαι καὶ ὁδηγὸς σωτήριος, πᾶσι μονασταῖς πρὸς ἀρετῶν ἐπιδόσεις, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥῆμα Θεοῦ ζωσάμενος, ὡς ρομφαίαν οὐράνιον καὶ ἐνδεδυμένος, Πάτερ, ὥσπερ θώρακα, τὴν χάριν τοῦ Πνεύματος, τάς παρατάξεις ἔτρεψας τῶν αἱρετικῶν καὶ νοουμένων πνευμάτων, βοῶν ἐν εὐφροσύνῃ· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἁγιασμοῦ θησαύρισμα, καθορᾶται ἡ κάρα σου, θείαν εὐωδίαν, Πάτερ, ἀποπνέουσα· φιάλαι γὰρ ὤφθησαν, τῶν ἀρωμάτων Ὅσιε, σοῦ αἱ σιαγόνες ὡς φησὶν ἡ Σοφία, ὀσμὴν ἀθανασίας καὶ πόμα εὐφροσύνης, τὸ ἐκ τῆς ἀπαθείας, ἡμῖν ἀεὶ κιρνῶσαι.
Θεοτοκίον.
Σωματικῶς κυήσασα τὸν ἀσώματον Κύριον, τὸν ἐν τοῖς πατρῴοις κόλποις ἐνυπάρχοντα, Υἱὸν τὸν συνάναρχον, Πατρί τε καὶ τῷ Πνεύματι, ἄνευ φθορᾶς ἀνακαινίζοντα κόσμον, φθαρεῖσαν τὴν ψυχήν μου, σωματικῇ κακίᾳ, ἐγκαίνισον, Παρθένε, γνησίᾳ μετανοίᾳ.
Καταβασία: Παῖδας εὐαγεῖς.
ᾨδὴ θ'. Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· χαὶροις Παμμακάριστε, Θεοτόκε ἁγνὴ Ἀειπάρθενε. (Δὶς).
Γέφυρα σὺ εἶ, πανάμωμε Δέσποινα, θεοπαρόδευτος· διὰ σοῦ ὁ Λόγος γάρ, τοὺς ἀπωσμένους ἐπισκεψάμενος, ἐκ τοῦ θανάτου εἵλκυσε ζωὴν πρὸς ἄληκτον, τοὺς βοῶντας· χαίροις Παμμακάριστε, Θεοτόκε ἁγνὴ Ἀειπάρθενε.
Γῆ ἡ καθαρά, ἐξ ἧς ἐμορφώσατο Χριστὸς τὸν ἄνθρωπον, χαίροις Ἀπειρόγαμε· χαῖρε ἡ πέτρα ἡ ἀποστάζουσα, τὸ μέλι τὸ φυσίζωον, τοῖς διαβαίνουσιν ἐν ἐρήμῳ τῇ τοῦ βίου, Δέσποινα, καὶ τῇ Σῇ σῳζομένοις χρηστότητι.
Μάννα τῆς ζωῆς ἡμῖν ἡ ὀμβρίσασα, χαῖρε Θεόνυμφε, χαῖρε ἡ ζωώσασα τοὺς νεκρωθέντας γεύσει τοῦ ξύλου ποτέ, χαῖρε Ἐδὲμ τὴν εἴσοδον ἀναπετάσασα, τοῖς βοῶσι· χαῖρε Παμμακάριστε, Θεοτόκε ἁγνὴ Ἀειπάρθενε.
Μήτηρ ἀψευδής, Πανύμνητε, γέγονας τοῦ Παντοκράτορος καὶ Παρθένος ἄφθορος διεφυλάχθης μετὰ τὴν κύησιν· τίς οὖν τὰ μεγαλεῖά Σου ἀνευφημήσει σαφῶς; ἀλλὰ δέξαι κἀμοῦ τὸ ἐφύμνιον, ὃ θερμῆς ἐκ καρδίας σοι ὕφανα.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Μύστης ἀκριβής τοῦ Πνεύματος γέγονας, νοὸς λαμπρότητι, ὅσιε Νικόδημε, καὶ τῶν Πατέρων τῶν πάλαι, Ἅγιε, ταῖς ἱεραῖς μελέταις σου λαμπρὸν ἀπάνθισμα, ἐκ τῶν λόγων τούτων παραθέμενος, τοῖς πιστοῖς πανευώδη νοήματα.
Ὅλην τὴν ζωήν, τὴν σὴν ὡς θυμίαμα ἀπὸ νεότητος καὶ θυσίαν ἄμωμον, τῷ ζωοδότῃ Λόγῳ προσήγαγες, ἀκολουθήσας, Ὅσιε, αὐτοῦ τοῖς ἴχνεσι· διὰ τοῦτο, σοφίας στεφάνῳ σε, ὁ Χριστὸς ἱερῶς ἐστεφάνωσε.
Ὕμνοις ἱεροῖς, Νικόδημε πάνσοφε, πανηγυρίζομεν, τὴν ἁγίαν μνήμην σου, ἁγιαζόμενοι τῇ σῇ χάριτι· ἀλλ' ὡς δῶρον εὐπρόσδεκτον δέχου τὴν αἴνεσιν ἡμῶν, Πάτερ, τῶν θερμῶς φιλούντων σε, ὡς πατέρα ἡμῶν καὶ διδάσκαλον.
Θεοτοκίον.
Ὕψιστον Θεόν, ἀφράστως κυήσασα δι' ἀγαθότητα, μόνη Παντευλόγητε, τὸν ἐκ τοῦ Ἅδου ἡμᾶς ὑψώσαντα, πεσόντα με εἰς βόθυνον παθῶν ἀνύψωσον, πρὸς ὑψώσεις, βίου καθαρότητος, Θεοτόκε ἡμῶν ἡ βοήθεια.
Δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδεῖν κατηξιώθης ἀπολυθείς τῆς σαρκός σου, Νικόδημε ὅσιε, τάς ὑπὲρ νοῦν ἀγαθαρχίας τῆς Τριφαοῦς, μαρμαρυγὰς καὶ χάριτας, ὧν καὶ κληρονόμος καὶ κοινωνός ἐγένου, θεηγόρε, ὡς πεπολιτευμένος βίον ἐν πᾶσιν ἐνθεώτατον.
Μυρίζουσιν οἱ λόγοι σου οἱ σεπτοί, ὥσπερ ἄνθη τοῦ ἔαρος εὔοσμα, ὀσμὴν ζωῆς καὶ τὴν εὐωδίαν τὴν ἐκ Θεοῦ· παντοδαποῦς γὰρ πέφηνας, σὺ διδασκαλίας, Πάτερ, λειμών, Νικόδημε θέοφρον, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.
Οὐράνιον ἀπόλαυσιν εἰληφώς ἐκ Θεοῦ, θεοφόρε Νικόδημε, καὶ τῆς ζωῆς τῆς ἀκαταλύτου κατατρυφῶν, τοὺς πόθῳ σε γεραίροντας, φύλαττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, κἀμὲ δὲ τὸν προθύμως ὑμνήσαντά σε, Πάτερ, τῷ φωτισμῷ σου καταλάμπρυνον.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία χρυσοφαής, τοῦ πατρῴου, Ἁγνὴ, ἀπαυγάσματος, θρόνε Θεοῦ, ὃν περικυκλοῦσι δέει πολλῷ, δυνάμεις αἱ οὐράνιαι, μόνη ἀειπάρθενε Μαριάμ, καταύγασον τὸν νόον μου, φωτὶ τῶν προσταγμάτων, τοῦ ἐκ νηδύος Σου ἐκλάμψαντος.
Καταβασία: Ἅπας γηγενής.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φιλοσοφίας ἔρωτι τῆς θεϊκῆς τρεφόμενος, σοφίας τῆς ἀνωτάτω ἐδρέψω, Πάτερ, τὸν πλοῦτον, Νικόδημε θεόσοφε, θεολογίας ὄργανον καὶ τῶν Ὁσίων σύσκηνε· μεθ’ ὧν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, θεοφόρε.
Θεοτοκίον.
Θεὸν τὸν ὑπερούσιον, Παρθένε, σωματώσασα, ἀνέτρεψας τῷ σῷ τόκῳ τὴν καταδίκην τῆς Εὔας καὶ εὐλογίας ἔβλυσας πηγὴν, τοῖς σὲ δοξάζουσι καὶ εὐσεβῶς κηρύττουσι, σὲ πάναγνον Θεοτόκον καὶ ἀειπάρθενον Κόρην.
Εἰς τους Αἴνους ἰστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ ἱεροῦ Νικοδήμου καὶ διδασκάλου ἡμῶν, τὴν φωτοφόρον μνήμην, ἑορτάσωμεν πόθῳ· ὁσίως γὰρ βιώσας ἐν ἀρεταῖς, τῷ Χριστῷ εὐηρέστησε καὶ διδαγμάτων ἁγίων ὑφηγητής, ἀνεδείχθη θείῳ Πνεύματι.
Ἅπας ὁ Ἄθως σκιρτάτω ἀγαλλόμενος, τοῦ θείου Νικόδημου καὶ σοφοῦ ἐν Ὁσίοις, πλουσίαις δᾳδουχίαις καὶ δωρεαῖς, μυστικαῖς λαμπρυνόμενος· ὡς γὰρ λαμπρὸς ἑωσφόρος φωταγωγεῖ, οἰκουμένης τὰ πληρώματα.
Ἐν τοῖς λειμῶσι τῶν θείων Γραφῶν ἱπτάμενος, εὐθείᾳ διανοίᾳ ὥσπερ μέλισσα, Πάτερ, συνήθροισας ἐκεῖθεν τὸν γλυκασμόν καὶ τὸ μέλι τῆς χάριτος· καὶ θεοφθόγγοις νοήμασιν ἱεροῖς, κατευφραίνεις τὰς ψυχὰς ἡμῶν.
Τὴν παναγίαν σου κάραν καὶ πανσεβάσμιον, πιστῶς περικυκυ-κλοῦντες προσπτυσσόμεθα πόθῳ, Νικόδημε παμμάκαρ, καὶ ἐξ αὐτῆς θείαν χάριν καρπούμεθα, καὶ τῆς ζωῆς τῆς ἀγήρω τὴν δωρεάν, ὀσφραινόμεθα ἐν Πνεύματι.
Δόξα. Ἦχος πλ. α'.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια καὶ σκιρτήσωμεν εὐφραινόμενοι, τῇ φωτοφόρῳ μνήμῃ τοῦ διδασκάλου ἡμῶν. Ἱερεῖς καὶ μονάζοντες συντρεχέτωσαν, τὸν θεοφόρον κροτείτωσαν ἐν ὕμνοις, ὡς τῷ κόσμῳ βλύσαντα, διδαγμάτων ἱερῶν πηγάς, ὡς ἐξ Ἐδὲμ πελαγιζούσας ἅπασιν. Ὀρθοδόξων τὰ συστήματα, τὸν τῆς Ὀρθοδοξίας νεόφωτον φωστῆρα, συνελθόντες ἀνυμνήσωμεν· τῆς σοφίας τὸν θησαυρόν, τῶν ἀρετῶν τὸ ταμεῖον, τὸ τοῦ Παρακλήτου στόμα, τὴν στήλην τῶν σεμνῶν ἠθῶν, τὴν θεόφθογγον τῶν θεολόγων γλῶσσαν, τὸν θεαυγῆ τῆς ἐγκρατείας λύχνον, τὴν τῶν ὀρθῶν δογμάτων λύραν, τῶν πάντων τῶν εὐσεβῶν ὁδηγὸν ἔνθεον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Νικόδημε θεόσοφε, συνέτισον ἡμᾶς τῇ σῇ διδασκαλίᾳ, καὶ πρέσβευε ἀεὶ τῇ Τριάδι, ὑπὲρ τῶν τιμώντων σε.
Καί νῦν. Ὁ αὐτός.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ Παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει, τοὺς ἀνυμνοῦντας αὐτήν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις· Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολύσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν. Τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν περίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μαναδόχον χρυσέαν στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾠδή. Ἀπόστολον τῆς 12ης Δεκεμβρίου. Εὐαγγέλιον Ὁσιακόν.
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας νέος φωστήρ καὶ τῶν Ὀρθοδόξων, ἐγκαλλώπισμα ἱερόν· χαίροις μοναζόντων, ὁ φωτοφόρος λύχνος, Νικόδημε παμμάκαρ, Ἄθωνος καύχημα.
Δίστιχον.
Μέλισμα καινὸν Νικόδημέ σοι ᾄδει
Γεράσιμος τὸ σὸν τεκνίον, ὦ Πάτερ.